Evandre

Lecture cursive de textes latins et grecs

000 texte grec revu

et sous-titré



Homère Odyssée XIX texte grec 20


Homère Odyssée XIX texte grec


01-52 : Ulysse et Télémaque enlèvent les armes de la salle

sous un prétexte mensonger

Αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς ,
μνηστήρεσσι φόνον σὺν Ἀθήνῃ μερμηρίζων ·
αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα ·

« Τηλέμαχε , χρὴ τεύχε᾽ ἀρήϊα κατθέμεν εἴσω
πάντα μάλ
᾽ · αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσι 5
παρφάσθαι , ὅτε κέν σε μεταλλῶσιν ποθέοντες ·

Ἐκ καπνοῦ κατέθηκ , ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκει
οἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς
,
ἀλλὰ κατῄκισται
, ὅσσον πυρὸς ἵκετ᾽ ἀϋτμή .
Πρὸς δ᾽ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶν
ἔμβαλε δαίμων 10
μή πως οἰνωθέντες
, ἔριν στήσαντες ἐν ὑμῖν ,
ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα
καὶ μνηστύν
· αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος . »

Ὣς φάτο , Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί ,
ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν
· 15

[16] « Μαῖ ᾽, ἄγε δή μοι ἔρυξον ἐνὶ μεγάροισι γυναῖκας ,
ὄφρα κεν ἐς θάλαμον καταθείομαι ἔντεα πατρὸς
καλά
, τά μοι κατὰ οἶκον ἀκηδέα καπνὸς ἀμέρδει
πατρὸς ἀποιχομένοιο
· ἐγὼ δ᾽ ἔτι νήπιος ἦα .
Νῦν δ᾽ ἐθέλω καταθέσθαι
, ἵν ᾽ οὐ πυρὸς ἵξετ ᾽ ἀϋτμή . » 20

Τὸν δ᾽ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια ·

« Αἲ γὰρ δή ποτε , τέκνον , ἐπιφροσύνας ἀνέλοιο
οἴκου κήδεσθαι καὶ κτήματα πάντα φυλάσσειν
.
Ἀλλ
᾽ ἄγε , τίς τοι ἔπειτα μετοιχομένη φάος οἴσει ;
δμῳὰς δ᾽ οὐκ εἴας προβλωσκέμεν
, αἵ κεν ἔφαινον . » 25

Τὴν δ ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·

« Ξεῖνος ὅδ · οὐ γὰρ ἀεργὸν ἀνέξομαι , ὅς κεν ἐμῆς γε
χοίνικος ἅπτηται
, καὶ τηλόθεν εἰληλουθώς . »

Ὣς ἄρ᾽ ἐφώνησεν · τῇ δ᾽ ἄπτερος ἔπλετο μῦθος .
Κλήϊσεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων
. 30
Τὼ δ
᾽ ἄρ ᾽ ἀναΐξαντ ᾽ Ὀδυσεὺς καὶ φαίδιμος υἱὸς
ἐσφόρεον κόρυθάς τε καὶ ἀσπίδας ὀμφαλοέσσας
ἔγχεά τ
᾽ ὀξυόεντα · πάροιθε δὲ Παλλὰς Ἀθήνη ,
χρύσεον λύχνον ἔχουσα
, φάος περικαλλὲς ἐποίει .
Δὴ τότε Τηλέμαχος προσεφώνεε ὃν πατέρ
᾽ αἶψα · 35

[36] « Ὦ πάτερ , ἦ μέγα θαῦμα τόδ᾽ ὀφθαλμοῖσιν ὁρῶμαι .
Ἔμπης μοι τοῖχοι μεγάρων καλαί τε μεσόδμαι
,
εἰλάτιναί τε δοκοί
, καὶ κίονες ὑψόσ ᾽ ἔχοντες
φαίνοντ
᾽ ὀφθαλμοῖς ὡς εἰ πυρὸς αἰθομένοιο .
Ἦ μάλα τις θεὸς ἔνδον
, οἳ οὐρανὸν εὐρὺν ἔχουσι . » 40

Τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·

« Σίγα καὶ κατὰ σὸν νόον ἴσχανε μηδ ᾽ ἐρέεινε ·
αὕτη τοι δίκη ἐστὶ θεῶν
, οἳ Ὄλυμπον ἔχουσιν .
Ἀλλὰ σὺ μὲν κατάλεξαι
, ἐγὼ δ ᾽ ὑπολείψομαι αὐτοῦ ,
ὄφρα κ
᾽ ἔτι δμῳὰς καὶ μητέρα σὴν ἐρεθίζω · 45
ἡ δέ μ
᾽ ὀδυρομένη εἰρήσεται ἀμφὶ ἕκαστα . »

Ὣς φάτο · Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκει
κείων ἐς θάλαμον , δαΐδων ὕπο λαμπομενάων ,
ἔνθα πάρος κοιμᾶθ
᾽ , ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι ·
ἔνθ
᾽ ἄρα καὶ τότ᾽ ἔλεκτο καὶ Ἠόα δῖαν ἔμιμνεν . 50
Αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς ,
μνηστήρεσσι φόνον σὺν Ἀθήνῃ μερμηρίζων
.


53-95 Ulysse et Pénélope  (1) : Pénélope réprimande Mélantho


Ἡ δ ᾽ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια ,
Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ .
Τῇ παρὰ μὲν κλισίην πυρὶ κάτθεσαν , ἔνθ
᾽ ἄρ ᾽ ἐφῖζεν , 55
δινωτὴν ἐλέφαντι καὶ ἀργύρῳ · ἥν ποτε τέκτων
ποίησ
᾽ Ἰκμάλιος , καὶ ὑπὸ θρῆνυν ποσὶν ἧκε
προσφυέ
᾽ ἐξ αὐτῆς , ὅθ ᾽ ἐπὶ μέγα βάλλετο κῶας .
Ἔνθα καθέζετ
᾽ ἔπειτα περίφρων Πηνελόπεια .
Ἦλθον δὲ δμῳαὶ λευκώλενοι ἐκ μεγάροιο . 60
Αἱ δ
᾽ ἀπὸ μὲν σῖτον πολὺν ᾕρεον ἠδὲ τραπέζας
καὶ δέπα , ἔνθεν ἄρ
᾽ ἄνδρες ὑπερμενέοντες ἔπινον ·
πῦρ δ
᾽ ἀπὸ λαμπτήρων χαμάδις βάλον , ἄλλα δ ᾽ ἐπ ᾽ αὐτῶν
νήησαν ξύλα πολλά , φόως ἔμεν ἠδὲ θέρεσθαι .
Ἡ δ
᾽ Ὀδυσῆ ᾽ ἐνένιπε Μελανθὼ δεύτερον αὖτις · 65

[66] « Ξεῖν ᾽ , ἔτι καὶ νῦν ἐνθάδ ᾽ ἀνιήσεις διὰ νύκτα
δινεύων κατὰ οἶκον , ὀπιπεύσεις δὲ γυναῖκας ;
ἀλλ
᾽ ἔξελθε θύραζε , τάλαν , καὶ δαιτὸς ὄνησο ·
ἢ τάχα καὶ δαλῷ βεβλημένος εἶσθα θύραζε . »

Τὴνδ ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς · 70

« Δαιμονίη , τί μοι ὧδ᾽ ἐπέχεις κεκοτηότι θυμῷ ;
ἦ ὅτι δὴ ῥυπόω , κακὰ δὲ χροῒ εἵματα εἷμαι ,
πτωχεύω δ
᾽ ἀνὰ δῆμον ; ἀναγκαίη γὰρ ἐπείγει .
Τοιοῦτοι πτωχοὶ καὶ ἀλήμονες ἄνδρες ἔασι
ν.
Καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον 75
ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ ,
τοίῳ ὁποῖος ἔοι
, καὶ ὅτευ κεχρημένος ἔλθοι ·
ἦσαν δὲ δμῶες μάλα μυρίοι , ἄλλα τε πολλὰ
οἷσίν τ᾽ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται .
Ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων
( ἤθελε γάρ που ) · 80
τῷ νῦν μήποτε καὶ σύ , γύναι , ἀπὸ πᾶσαν ὀλέσσῃς
ἀγλαΐην , τῇ νῦν γε μετὰ δμῳῇσι κέκασσαι ,
ἤν πώς τοι δέσποινα κοτεσσαμένη χαλεπήνῃ ,
ἢ Ὀδυσεὺς ἔλθῃ
· ἔτι γὰρ καὶ ἐλπίδος αἶσα .
Εἰ δ
᾽ ὁ μὲν ὣς ἀπόλωλε καὶ οὐκέτι νόστιμός ἐστιν , 85
ἀλλ
᾽ ἤδη παῖς τοῖος , Ἀπόλλωνός γε ἕκητι ,
Τηλέμαχος
· τὸν δ᾽ οὔτις ἐνὶ μεγάροισι γυναικῶν
λήθει ἀτασθάλλουσ
· ἐπεὶ οὐκέτι τηλίκος ἐστίν . »

Ὣς φάτο , τοῦ δ ᾽ ἤκουσε περίφρων Πηνελόπεια ,
ἀμφίπολον δ
᾽ ἐνένιπε , ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν · 90

[91] « Πάντως , θαρσαλέη , κύον ἀδεές , οὔτί με λήθεις
ἔρδουσα μέγα ἔργον
, ὃ σῇ κεφαλῇ ἀναμάξεις ·
πάντα γὰρ εὖ ᾔδησθ
, ἐπεὶ ἐξ ἐμεῦ ἔκλυες αὐτῆς ,
ὡς τὸν ξεῖνον ἔμελλον ἐνὶ μεγάροισιν ἐμοῖσιν
ἀμφὶ πόσει εἴρεσθαι
, ἐπεὶ πυκινῶς ἀκάχημαι . » 95


96-163 Ulysse et Pénélope  (2) : éloge de Pénélope

Le mensonge aux prétendants : la ruse du tissage


Ἦ ῥα καὶ Εὐρυνόμην ταμίην πρὸς μῦθον ἔειπεν ·

« Εὐρυνόμη , φέρε δὴ δίφρον καὶ κῶας ἐπ᾽ αὐτοῦ ,
ὄφρα καθεζόμενος εἴπῃ ἔπος ἠδ
᾽ ἐπακούσῃ
ὁ ξεῖνος ἐμέθεν · ἐθέλω δέ μιν ἐξερέεσθαι . »

Ὣς ἔφαθ᾽ · ἡ δὲ μάλ ᾽ ὀτραλέως κατέθηκε φέρουσα 100
δίφρον ἐΰξεστον
, καὶ ἐπ ᾽ αὐτῷ κῶας ἔβαλλεν ·
ἔνθα καθέζετ
᾽ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς .
Τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια ·

« Ξεῖνε , τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή ·
τίς πόθεν εἶς ἀνδρῶν
; πόθι τοι πόλις ἠδὲ τοκῆες ; » 105

Τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·

[107] « Ὦ γύναι , οὐκ ἄν τίς σε βροτῶν ἐπ ᾽ ἀπείρονα γαῖαν
νεικέοι
· ἦ γάρ σευ κλέος οὐρανὸν εὐρὺν ἱκάνει ,
στε τευ ἢ βασιλῆος ἀμύμονος , ὅστε θεουδὴς
ἀνδράσιν ἐν πολλοῖσι καὶ ἰφθίμοισιν ἀνάσσων 110
εὐδικίας ἀνέχῃσι
, φέρῃσι δὲ γαῖα μέλαινα
πυροὺς καὶ κριθάς
, βρίθῃσι δὲ δένδρεα καρπῷ ,
τίκτῃ δ
᾽ ἔμπεδα μῆλα , θάλασσα δὲ παρέχῃ ἰχθῦς ,
ἐξ εὐηγεσίης
, ἀρετῶσι δὲ λαοὶ ὑπ ᾽ αὐτοῦ .
Τῷ ἐμὲ νῦν τὰ μὲν ἄλλα μετάλλα σῷ ἐνὶ οἴκῳ
, 115
μηδ
᾽ ἐμὸν ἐξερέεινε γένος καὶ πατρίδα γαῖαν ,
μή μοι μᾶλλον θυμὸν ἐνιπλήσῃς ὀδυνάων
μνησαμένῳ
· μάλα δ ᾽ εἰμὶ πολύστονος · οὐδέ τί με χρὴ
οἴκῳ ἐν ἀλλοτρίῳ γοόωντά τε μυρόμενόν τε
ἧσθαι
· ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί · 120
μήτις μοι δμῳῶν νεμεσήσεται , ἠὲ σύγ ᾽ αὐτή ,
φῇ δὲ δακρυπλώειν βεβαρηότα με φρένας οἴνῳ
. »

Τὸν δ ᾽ ἠμείβετ ᾽ ἔπειτα περίφρων Πηνελόπεια ·

[124] « Ξεῖν , ἦτοι μὲν ἐμὴν ἀρετὴν , εἶδός τε δέμας τε
ὤλεσαν ἀθάνατοι
, ὅτε Ἴλιον εἰσανέβαινον 125
Ἀργεῖοι
, μετὰ τοῖσι δ ᾽ ἐμὸς πόσις ᾖεν Ὀδυσσεύς
εἰ κεῖνός γ
᾽ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι ,
μεῖζον κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτως
.
Νῦν δ
᾽ ἄχομαι · τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων .
Ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι
, 130
Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ
,
οἵ τ
᾽ αὐτὴν Ἰθάκην εὐδείελον ἀμφινέμονται ,
οἵ μ
᾽ ἀεκαζομένην μνῶνται , τρύχουσι δὲ οἶκον .
Τῷ οὔτε ξείνων ἐμπάξομαι οὔθ
᾽ ἱκετάων
οὔτε τι κηρύκων
, οἳ δημιοεργοὶ ἔασιν · 135
ἀλλ
᾽ Ὀδυσῆα ποθεῦσα , φίλον κατατήκομαι ἦτορ .
Οἱ δὲ γάμον σπεύδουσιν
· ἐγὼ δὲ δόλους τολυπεύω .
Φᾶρος μέν μοι πρῶτον ἐνέπνευσε φρεσὶ δαίμων
,
στησαμένῃ μέγαν ἱστόν
, ἐνὶ μεγάροισιν ὑφαίνειν ,
λεπτὸν καὶ περίμετρον
· ἄφαρ δ ᾽ αὐτοῖς μετέειπον · 140
« Kοῦροι , ἐμοὶ μνηστῆρες , ἐπεὶ θάνε δῖος Ὀδυσσεύς ,
μίμνετ
᾽ ἐπειγόμενοι τὸν ἐμὸν γάμον , εἰς ὅ κε φᾶρος
ἐκτελέσω (μή μοι μεταμώνια νήματ
᾽ ὄληται) ,
Λαέρτῃ ἥρωϊ ταφήϊον , εἰς ὅτε κέν μιν
μοῖρ
᾽ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο · 145
μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ ,
αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας . »

Ὣς ἐφάμην · τοῖσιν δ᾽ ἐπεπείθετο θυμὸς ἀγήνωρ .
Ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκον μέγαν ἱστόν ,
νύκτας δ᾽ ἀλλύεσκον , ἐπεὶ δαΐδας παραθείμην . 150
Ὣς τρίετες μὲν ἔληθον ἐγὼ καὶ ἔπειθον Ἀχαιούς ·
ἀλλ
᾽ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι ,
[
μηνῶν φθινόντων , περὶ δ᾽ ἤματα πόλλ᾽ ἐτελέσθη ,]
καὶ τότε δή με διὰ δμῳάς , κύνας οὐκ ἀλεγούσας ,
εἷλον ἐπελθόντες καὶ ὁμόκλησαν ἐπέεσσιν . 155
Ὣς τὸ μὲν ἐξετέλεσσα , καὶ οὐκ ἐθέλουσ
᾽ , ὑπ ᾽ ἀνάγκης ·
νῦν δ
᾽ οὔτ ᾽ ἐκφυγέειν δύναμαι γάμον , οὔτε τιν᾽ ἄλλην
μῆτιν ἔθ
᾽ εὑρίσκω · μάλα δ ᾽ ὀτρύνουσι τοκῆες
γήμασθ
᾽ , ἀσχαλάᾳ δὲ πάϊς βίοτον κατεδόντων ,
γιγνώσκων · ἤδη γὰρ ἀνὴρ οἶός τε μάλιστα 160
οἴκου κήδεσθαι , τῷ τε Ζεὺς κῦδος ὀπάζει .
Ἀλλὰ καὶ ὥς μοι εἰπὲ τεὸν γένος , ὁππόθεν ἐσσί .
Οὐ γὰρ ἀπὸ δρυός ἐσσι παλαιφάτου οὐδ
᾽ ἀπὸ πέτρης . »


164-212 Ulysse et Pénélope  (4) : le mensonge d’Ulysse

Aithon le Crétois, hôte d’Ulysse…


Τὴν δ ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·

[165] «Ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος , 165
οὐκέτ᾽ ἀπολλήξεις τὸν ἐμὸν γόνον ἐξερέουσα ;
ἀλλ
ἔκ τοι ἐρέω · ἦ μέν μ ᾽ ἀχέεσσί γε δώσεις
πλείοσιν ἢ ἔχομαι · ἡ γὰρ δίκη , ὁππότε πάτρης
ἧς ἀπέῃσιν ἀνὴρ τόσσον χρόνον
, ὅσσον ἐγὼ νῦν ,
πολλὰ βροτῶν ἐπὶ ἄστε
᾽ ἀλώμενος ἄλγεα πάσχων · 170
ἀλλὰ καὶ ὣς ἐρέω ὅ μ
᾽ ἀνείρεαι ἠδὲ μεταλλᾷς .

Κρήτη τις γαῖ ᾽ ἔστι , μέσῳ ἐνὶ οἴνοπι πόντῳ ,
καλὴ καὶ πίειρα , περίρρυτος · ἐν δ
᾽ ἄνθρωποι
πολλοί , ἀπειρέσιοι , καὶ ἐννήκοντα πόληες .
Ἄλλη δ
᾽ ἄλλων γλῶσσα μεμιγμένη · ἐν μὲν Ἀχαιοί , 175
ἐν δ᾽ Ἐτεόκρητες μεγαλήτορες , ἐν δὲ Κύδωνες ,
Δωριέες τε τριχάϊκες δῖοί τε Πελασγοί .
Τῇσι δ
᾽ ἐνὶ Κνωσός , μεγάλη πόλις , ἔνθα τε Μίνως
ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής ,
πατρὸς ἐμοῖο πατήρ , μεγαθύμου Δευκαλίωνος . 180
Δευκαλίων δ
᾽ ἐμὲ τίκτε καὶ Ἰδομενῆα ἄνακτα ·
ἀλλ᾽ ὁ μὲν ἐν νήεσσι κορωνίσιν Ἴλιον
εἴσω
ᾤχεθ
᾽ ἅμ ᾽ Ἀτρείδῃσιν , ἐμοὶ δ ᾽ ὄνομα κλυτὸν Αἴθων ,
ὁπλότερος γενεῇ · ὁ δ
᾽ ἄρα πρότερος καὶ ἀρείων .
Ἔνθ
᾽ Ὀδυσῆα ἐγὼν ἰδόμην καὶ ξείνια δῶκα . 185
Καὶ γὰρ τὸν Κρήτηνδε κατήγαγεν ἲς ἀνέμοιο ,
ἱέμενον Τροίηνδε παραπλάγξασα Μαλειῶν ·
στῆσε δ
᾽ ἐν Ἀμνισῷ , ὅθι τε σπέος Εἰλειθυίης ,
ἐν λιμέσιν χαλεποῖσι , μόγις δ
᾽ ὑπάλυξεν ἀέλλας .
Αὐτίκα δ
᾽ Ἰδομενῆα μετάλλα , ἄστυδ ᾽ ἀνελθών · 190
ξεῖνον γάρ οἱ ἔφασκε φίλον τ᾽ ἔμεν αἰδοῖόν τε .
Τῷ δ᾽ ἤδη δεκάτη ἢ ἑνδεκάτη πέλεν ἠὼς
οἰχομένῳ σὺν νηυσὶ κορωνίσι Ἴλιον εἴσω .
Τὸν μὲν ἐγὼ πρὸς δώματ
᾽ ἄγων ἐῢ ἐξείνισσα ,
ἐνδυκέως φιλέων , πολλῶν κατὰ οἶκον ἐόντων · 195
καί οἱ τοῖ
σ ’ ἄλλοισ ’ ἑτάροισ ’ , οἳ ἅμ ᾽ αὐτῷ ἕποντο ,
δημόθεν ἄλφιτα δῶκα καὶ αἴθοπα οἶνον ἀγείρας
καὶ βοῦς ἱρεύσασθαι , ἵνα πλησαίατο θυμόν .
Ἔνθα δυώδεκα μὲν μένον ἤματα δῖοι Ἀχαιοί ·
εἴλει γὰρ Βορέης ἄνεμος μέγας οὐδ
᾽ ἐπὶ γαίῃ 200
εἴα ἵστασθαι
· χαλεπὸς δέ τις ὤρορε δαίμων ·
τῇ τρισκαιδεκάτῃ δ ᾽ ἄνεμος πέσε · τοὶ δ᾽ ἀνάγοντο . »

[203] Ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα ·
τῆς δ᾽ ἄρ
᾽ ἀκουούσης ῥέε δάκρυα , τήκετο δὲ χρώς ·
ὡς δὲ χιὼν κατατήκετ
᾽ ἐν ἀκροπόλοισιν ὄρεσσιν , 205
ἥν τ
᾽ Εὖρος κατέτηξεν , ἐπὴν Ζέφυρος καταχεύῃ ·
τηκομένης δ
᾽ ἄρα τῆς ποταμοὶ πλήθουσι ῥέοντες ·
ὣς τῆς τήκετο καλὰ παρήϊα δάκρυ χεούσης ,
κλαιούσης ἑὸν ἄνδρα παρήμενον . Αὐτὰρ Ὀδυσσεὺς
θυμῷ μὲν γοόωσαν ἑὴν ἐλέαιρε γυναῖκα , 210
ὀφθαλμοὶ δ
ὡσεὶ κέρα ἕστασαν ἠὲ σίδηρος ,
ἀτρέμας ἐν βλεφάροισι · δόλῳ δ
᾽ ὅ γε δάκρυα κεῦθεν .


213-307 Ulysse et Pénélope  (5) : Pénélope veut des preuves

Le « mentir-vrai » d’Ulysse

Ἡ δ ᾽ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο ,
ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβομένη προσέειπε ·

[215] « Νῦν μὲν δή σευ , ξεῖνέ , ὀΐω πειρήσεσθαι , 215
εἰ ἐτεὸν δὴ κεῖθι σὺν ἀντιθέοι
σ ’ ἑτάροισι
ξείνισας ἐν μεγάροισιν ἐμὸν πόσιν , ὡς ἀγορεύεις .
Εἰπέ μοι ὁπποῖ
᾽ ἄσσα περὶ χροῒ εἵματα ἕστο ,
αὐτός θ᾽ οἷος ἔην , καὶ ἑταίρους , οἵ οἱ ἕποντο . »

Τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς · 220

[221] « Ὦ γύναι , ἀργαλέον τόσσον χρόνον ἀμφὶς ἐόντα
εἰπέμεν · ἤδη γάρ οἱ ἐεικοστὸν ἔτος ἐστὶν
ἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης ·
αὐτάρ τοι ἐρέω
, ὥς μοι ἰνδάλλεται ἦτορ .
Χλαῖναν πορφυρέην οὔλην ἔχε δῖος Ὀδυσσεύς , 225
διπλῆν · αὐτάρ οἱ περόνη χρυσοῖο τέτυκτο
αὐλοῖσιν διδύμοισι · πάροιθε δὲ δαίδαλον ἦεν ·
ἐν προτέροισι πόδεσσι κύων ἔχε ποικίλον ἐλλόν ,
ἀσπαίροντα λάων · τὸ δὲ θαυμάζεσκον ἅπαντες ,
ὡς οἱ χρύσεοι ἐόντες ὁ μὲν λάε νεβρὸν ἀπάγχων , 230
αὐτὰρ ὁ ἐκφυγέειν μεμαὼς ἤσπαιρε πόδεσσι .
Τὸν δὲ χιτῶν
᾽ ἐνόησα περὶ χροῒ σιγαλόεντα ,
οἷόν τε κρομύοιο λοπὸν κάτα ἰσχαλέοιο ·
τὼς μὲν ἔην μαλακός , λαμπρὸς δ
᾽ ἦν ἠέλιος ὥς ·
ἦ μὲν πολλαί γ
᾽ αὐτὸν ἐθηήσαντο γυναῖκες . 235
Ἄλλο δέ τοι ἐρέω , σὺ δ
᾽ ἐνὶ φρεσὶ βάλλεο σῇσιν ·
οὐκ οἶδ
᾽ ἢ τάδε ἕστο περὶ χροῒ οἴκοθ ᾽ Ὀδυσσεύς ,
τις ἑταίρων δῶκε θοῆς ἐπὶ νηὸς ἰόντι ,
ἤ τίς που καὶ ξεῖνος
· ἐπεὶ πολλοῖσιν Ὀδυσσεὺς
ἔσκε φίλος · παῦροι γὰρ Ἀχαιῶν ἦσαν ὁμοῖοι . 240
Καί οἱ ἐγὼ χάλκειον ἄορ καὶ δίπλακα δῶκα
καλὴν
, πορφυρέην , καὶ τερμιόεντα χιτῶνα ·
αἰδοίως δ
᾽ ἀπέπεμπον ἐϋσσέλμου ἐπὶ νηός .
Καὶ μέν οἱ κῆρυξ ὀλίγον προγενέστερος αὐτοῦ
εἵπετο · καὶ τόν τοι μυθήσομαι , οἷος ἔην περ . 245
Γυρὸς ἐν ὤμοισιν , μελανόχροος , οὐλοκάρηνος
·
Εὐρυβάτης δ
᾽ ὄνομ ᾽ ἔσκε · τίεν δέ μιν ἔξοχον ἄλλων
ὧν ἑτάρων Ὀδυσεύς , ὅτι οἱ φρεσὶν ἄρτια ᾔδ
ει . »

Ὣς φάτο ,·τῇ δ᾽ ἔτι μᾶλλον ὑφ ᾽ ἵμερον ὦρσε γόοιο ,
σήματ
᾽ ἀναγνούσῃ τά οἱ ἔμπεδα πέφραδ ᾽ Ὀδυσσεύς . 250
Ἡ δ
᾽ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο .
καὶ τότε μιν μύθοισιν ἀμειβομένη προσέειπε ·

[253] « Νῦν μὲν δή μοι , ξεῖνε , πάρος περ ἐὼν ἐλεεινός ,
ἐν μεγάροισιν ἐμοῖσι φίλος τ᾽ ἔσῃ αἰδοῖός τε ·
αὐτὴ γὰρ τάδε εἵματ
᾽ ἐγὼ πόρον , οἷ ᾽ ἀγορεύεις , 255
πτύξασ
᾽ ἐκ θαλάμου · περόνην τ ᾽ ἐπέθηκα φαεινὴν ,
κείνῳ ἄγαλμ
᾽ ἔμεναι · τὸν δ᾽ οὐχ ὑποδέξομαι αὖτις
οἴκαδε νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν .
Τῷ ῥα κακῇ αἴσῃ κοίλης ἐπὶ νηὸς Ὀδυσσεὺς
ᾤχετ
᾽ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν . » 260

Τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·

[262] « Ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος ,
μηκέτι νῦν χρόα καλὸν ἐναίρεο , μηδέ τι θυμὸν
τῆκε , πόσιν γοόωσα . Νεμεσσῶμαί γε μὲν οὐδέν ·
καὶ γάρ τίς τ
᾽ ἀλλοῖον ὀδύρεται ἄνδρ ᾽ ὀλέσασα 265
κουρίδιον , τῷ τέκνα τέκῃ φιλότητι μιγεῖσα ,
ἢ Ὀδυσῆ
᾽ , ὅν φασι θεοῖς ἐναλίγκιον εἶναι .
Ἀλλὰ γόου μὲν παῦσαι , ἐμεῖο δὲ σύνθεο μῦθον ·
νημερτέως γάρ τοι μυθήσομαι οὐδ
᾽ ἐπικεύσω
ὡς ἤδη Ὀδυσῆος ἐγὼ περὶ νόστου ἄκουσα
, 270
ἀγχοῦ , Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ ,
ζωοῦ · αὐτὰρ ἄγει κειμήλια πολλὰ καὶ ἐσθλὰ
,
αἰτίζων ἀνὰ δῆμον .
τὰρ ἐρίηρας ἑταίρους
λεσε καὶ νῆα γλαφυρὴν ἐνὶ οἴνοπι πόντῳ ,
Θρινακίης ἄπο νήσου ἰών
· ὀδύσαντο γὰρ αὐτῷ 275
Ζεύς τε καὶ Ἠέλιος
· τοῦ γὰρ βόας ἔκταν ἑταῖροι .
Οἱ μὲν πάντες ὄλοντο πολυκλύστῳ ἐνὶ πόντῳ
·
τὸν δ
᾽ ἄρ ᾽ ἐπὶ τρόπιος νεὸς ἔκβαλε κῦμ ᾽ ἐπὶ χέρσου ,
Φαιήκων ἐς γαῖαν
, οἳ ἀγχίθεοι γεγάασιν ·
οἳ δή μιν
πέρι κῆρι θεὸν ὣς τιμήσαντο 280
καί οἱ πολλὰ δόσαν
, πέμπειν τέ μιν ἤθελον αὐτοὶ
οἴκαδ
᾽ ἀπήμαντον . Καί κεν πάλαι ἐνθάδ ᾽ Ὀδυσσεὺς
ην · ἀλλ ᾽ ἄρα οἱ τόγε κέρδιον εἴσατο θυμῷ ,
χρήματ
᾽ ἀγυρτάζειν πολλὴν ἐπὶ γαῖαν ἰόντι ·
ὣς περὶ κέρδεα πολλὰ καταθνητῶν ἀνθρώπων
285
οἶδ
᾽ Ὀδυσεύς , οὐδ ᾽ ἄν τις ἐρίσσειεν βροτὸς ἄλλος .


Ὥς μοι Θεσπρωτῶν βασιλεὺς μυθήσατο Φείδων
·
ὤμνυε δὲ πρὸς ἔμ
᾽ αὐτόν , ἀποσπένδων ἐνὶ οἴκῳ ,
νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους
,
οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν
. 290
Ἀλλ
᾽ ἐμὲ πρὶν ἀπέπεμψε · τύχησε γὰρ ἐρχομένη νηῦς
ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον
.
Καί μοι κτήματ
᾽ ἔδειξεν , ὅσα ξυναγείρατ ᾽ Ὀδυσσεύς ·
καί νύ κεν ἐς δεκάτην γενεὴν ἕτερόν γ᾽ ἔτι βόσκοι
,
τόσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος . 295
Τὸν δ
᾽ ἐς Δωδώνην φάτο βήμεναι , ὄφρα θεοῖο
ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσ
,
ὅππως νοστήσειε φίλην ἐς πατρίδα γαῖαν
,
ἤδη δὴν ἀπεών
, ἤ ἀμφαδὸν ἦε κρυφηδόν .

[300] Ὣς ὁ μὲν οὕτως ἐστὶ σόος , καὶ ἐλεύσεται ἤδη 300
ἄγχι μάλ
, οὐδ ᾽ ἔτι τῆλε φίλων καὶ πατρίδος αἴης
δηρὸν ἀπεσσεῖται
· ἔμπης δέ τοι ὅρκια δώσω .
Ἴστω νῦν Ζεὺς πρῶτα
, θεῶν ὕπατος καὶ ἄριστος ,
ἱστίη τ
᾽ Ὀδυσῆος ἀμύμονος , ἣν ἀφικάνω ·
ἦ μέν τοι τάδε πάντα τελείεται
, ὡς ἀγορεύω . 305
Τοῦδ᾽ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδ
᾽ Ὀδυσσεύς ,
τοῦ μὲν φθίνοντος μηνός
, τοῦ δ ᾽ ἱσταμένοιο .»


Pénélope ordonne d’accueillir Ulysse en hôte


Τὸν δ ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια ·

[309] « Αἲ γὰρ τοῦτο , ξεῖνε , ἔπος τετελεσμένον εἴη ·
τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα
310
ἐξ ἐμεῦ , ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι .
Ἀλλά μοι ὧδ
᾽ ἀνὰ θυμὸν ὀΐεται , ὡς ἔσεταί περ ·
οὔτ
᾽ Ὀδυσεὺς ἔτι οἶκον ἐλεύσεται , οὔτε σὺ πομπῆς
τεύξῃ
· ἐπεὶ οὐ τοῖοι σημάντορές εἰσ᾽ ἐνὶ οἴκῳ ,
οἷος Ὀδυσσεὺς ἔσκε μετ
᾽ ἀνδράσιν , εἴποτ ᾽ ἔην γε , 315
ξείνους αἰδοίους ἀποπεμπέμεν ἠδὲ δέχεσθαι
.
Ἀλλά μιν , ἀμφίπολοι , ἀπονίψατε , κάτθετε δ ᾽ εὐνήν ,
δέμνια καὶ χλαίνας
, καὶ ῥήγεα σιγαλόεντα ,
ὥς κ
ἐῢ θαλπιόων χρυσόθρονον Ἠό ’ ἵκηται .
Ἠῶθεν δὲ μάλ
᾽ ἦρι λοέσσαι τε χρῖσαί τε , 320
ὥς κ
᾽ ἔνδον παρὰ Τηλεμάχῳ δείπνοιο μέδηται
ἥμενος ἐν μεγάρῳ
· τῷ δ ᾽ ἄλγιον ὅς κεν ἐκείνων
τοῦτον ἀνιάζῃ θυμοφθόρος
· οὐδέ τι ἔργον
ἐνθάδ
᾽ ἔτι πρήξει , μάλα περ κεχολωμένος αἰνῶς .
Πῶς γὰρ ἐμεῦ σύ , ξεῖνε , δαήσεαι εἴ τι γυναικῶν 325
ἀλλάων περίειμι νόον καὶ ἐπίφρονα μῆτιν
,
εἴ κεν ἀϋσταλέος
, κακὰ εἱμένος ἐν μεγάροισιν
δαινύῃ
; νθρωποι δὲ μινυνθάδιοι τελέθουσιν .
Ὃς μὲν
ἀπηνὴς αὐτὸς ἔῃ καὶ ἀπηνέα εἰδῇ ,
τῷ δὲ καταρῶνται πάντες βροτοὶ ἄλγε
᾽ ὀπίσσω 330
ζωῷ
, ἀτὰρ τεθνεῶτί γ ᾽ ἐφεψιόωνται ἅπαντες ·
ὃς δ
᾽ ἂν ἀμύμων αὐτὸς ἔῃ καὶ ἀμύμονα εἰδῇ ,
τοῦ μέν τε κλέος εὐρὺ
διὰ ξεῖνοι φορέουσιν
πάντας ἐπ
᾽ ἀνθρώπους , πολλοί τέ μιν ἐσθλὸν ἔειπον .»


Ulysse n’accepte qu’un bain de pieds

... à condition qu’une vieille servante s’en occupe


Τὴν δ ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς · 335

« Ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος ,
ἦτοι ἐμοὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα
ἤχθεθ
, ὅτε πρῶτον Κρήτης ὄρεα νιφόεντα
νοσφισάμην
, ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο ·
κείω δ
, ὡς τὸ πάρος περ ἀΰπνους νύκτας ἴαυον · 340
πολλὰς γὰρ δὴ νύκτας ἀεικελίῳ ἐνὶ κοίτῃ
ἄεσα καί τ
᾽ ἀνέμεινα ἐΰθρονον Ἠόα δῖαν .
Οὐδέ τί μοι ποδάνιπτρα ποδῶν ἐπιήρανα θυμῷ
γίγνεται
· οὐδὲ γυνὴ ποδὸς ἅψεται ἡμετέροιο
τάων
, αἵ τοι δῶμα κάτα δρήστειραι ἔασιν , 345
εἰ μή τις γρηῦς ἔστι παλαιή
, κεδνὰ ἰδυῖα ,
ἥτις δὴ τέτληκε τόσα φρεσὶν
, ὅσσα τ᾽ ἐγώ περ ·
τῇ δ
᾽ οὐκ ἂν φθονέοιμι ποδῶν ἅψασθαι ἐμεῖο .»


Euryclée vante et plaint son ancien nourrisson

Elle est frappée par la ressemblance entre Ulysse et Aithon


Τὸν δ ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια ·

[350] « Ξεῖνε φίλ · οὐ γάρ πώ τις ἀνὴρ πεπνυμένος ὧδε 350
ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα
,
ὡς σὺ μάλ
᾽ εὐφραδέως πεπνυμένα πάντ ᾽ ἀγορεύεις ·
ἔστι δέ μοι γρηῢς πυκινὰ φρεσὶ μήδε
ἔχουσα
ἣ κεῖνον δύστηνον ἐῢ τρέφεν ἠδ
᾽ ἀτίταλλεν ,
δεξαμένη χείρεσσ
, ὅτε μιν πρῶτον τέκε μήτηρ , 355
ἥ σε πόδας νίψει
, ὀλιγηπελέουσά περ ἔμπης .
Ἀλλ ᾽ ἄγε νῦν ἀνστᾶσα , περίφρων Εὐρύκλεεια ,
νίψον σοῖο ἄνακτος ὁμήλικα
· καί που Ὀδυσσεὺς
ἤδη τοιόσδ
᾽ ἐστὶ πόδας τοιόσδε τε χεῖρας ·
αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν
.» 360

Ὣς ἄρ ᾽ ἔφη , γρηῢς δὲ κατέσχετο χερσὶ πρόσωπα ,
δάκρυα δ
᾽ ἔκβαλε θερμά , ἔπος δ ᾽ ὀλοφυδνὸν ἔειπεν ·

[363] « Ὤ μοι ἐγὼ σέο , τέκνον , ἀμήχανος · ἦ σε περὶ Ζεὺς
ἀνθρώπων ἤχθηρε θεουδέα θυμὸν ἔχοντα
.
Οὐ γάρ πώ τις τόσσα βροτῶν Διὶ τερπικεραύνῳ 365
πίονα μηρί
᾽ ἔκη ᾽ οὐδ ᾽ ἐξαίτους ἑκατόμβας ,
ὅσσα σὺ τῷ ἐδίδους
, ἀρώμενος ἕως ἵκοιο
γῆράς τε λιπαρὸν θρέψαιό τε φαίδιμον υἱόν
·
νῦν δέ τοι οἴῳ πάμπαν ἀφείλετο νόστιμον ἦμαρ
.
Οὕτω που καὶ κείνῳ ἐφεψιόωντο γυναῖκες
370
ξείνων τηλεδαπῶν
, ὅτε τευ κλυτὰ δώμαθ ᾽ ἵκοιτο ,
ὡς σέθεν αἱ κύνες αἵδε καθεψιόωνται ἅπασαι
,
τάων νῦν λώβην τε καὶ αἴσχεα πόλλ
᾽ ἀλεείνων
οὐκ
ἐάᾳς νίζειν · ἐμὲ δ ᾽ οὐκ ἀέκουσαν ἄνωγε
κούρη Ἰκαρίοιο
, περίφρων Πηνελόπεια . 375
Τῷ σε πόδας νίψω ἅμα τ ᾽ αὐτῆς Πηνελοπείης
καὶ σέθεν εἵνεκ
, ἐπεί μοι ὀρώρεται ἔνδοθι θυμὸς
κήδεσιν
. Ἀλλ ᾽ ἄγε νῦν ξυνίει ἔπος , ὅττι κεν εἴπω ·
πολλοὶ δὴ ξεῖνοι ταλαπείριοι ἐνθάδ
᾽ ἵκοντο ,
ἀλλ
᾽ οὔπω τινα φημ ἐοικότα ὧδε ἰδέσθαι 380
ὡς σὺ δέμας φωνήν τε πόδας τ᾽ Ὀδυσῆϊ ἔοικας
.»

Τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·

[383] « Ὦ γρηῦ , οὕτω φασὶν ὅσοι ἴδον ὀφθαλμοῖσιν
ἡμέας ἀμφοτέρους
, μάλα εἰκέλω ἀλλήλοιϊν
ἔμμεναι
, ὡς σύ περ αὐτὴ ἐπιφρονέουσ ᾽ ἀγορεύεις . » 385


Euryclée reconnaît Ulysse (1): la cicatrice

La chasse du Parnasse chez Autolycos

Ὣς ἄρ ᾽ ἔφη · γρηῢς δὲ λέβηθ᾽ ἕλε παμφανόωντα ,
τ
πόδας ἐξαπένιζεν · ὕδωρ δ ᾽ ἐνεχεύατο πουλὺ
ψυχρόν
, ἔπειτα δὲ θερμὸν ἐπήφυσεν . Αὐτὰρ Ὀδυσσεὺς
ἷζεν ἐπ
᾽ ἐσχαρόφιν , ποτὶ δὲ σκότον ἐτράπετ ᾽ αἶψα ·
αὐτίκα γὰρ κατὰ θυμὸν ὀΐσατο
, μή ἑ λαβοῦσα 390
οὐλὴν ἀμφράσσαιτο καὶ ἀμφαδὰ ἔργα γένοιτο
.
Νίζε δ
᾽ ἄρ ᾽ ἆσσον ἰοῦσα ἄναχθ ᾽ ἑόν · αὐτίκα δ ᾽ ἔγνω
οὐλήν
, τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι
Παρνησόνδ
᾽ ἐλθόντα μετ ᾽ Αὐτόλυκόν τε καὶ υἷας ,
μητρὸς ἑῆς πάτερ
᾽ ἐσθλόν , ὃς ἀνθρώπους ἐκέκαστο 395
κλεπτοσύνῃ θ
᾽ ὅρκῳ τε · θεὸς δέ οἱ αὐτὸς ἔδωκεν
Ἑρμείας
· τῷ γὰρ κεχαρισμένα μηρία καῖεν
ἀρνῶν ἠδ
᾽ ἐρίφων · ὁ δέ οἱ πρόφρων ἅμ ᾽ ὀπήδει .
Αὐτόλυκος δ
᾽ ἐλθὼν Ἰθάκης ἐς πίονα δῆμον
παῖδα νέον γεγαῶτα κιχήσατο θυγατέρος ἧς
· 400
τόν ῥά οἱ Εὐρύκλεια φίλοις ἐπὶ γούνασι θῆκε
ν ,
παυομένῳ δόρποιο
, ἔπος τ ᾽ ἔφατ ᾽ ἔκ τ ᾽ ὀνόμαζεν ·

[403] « Αὐτόλυκ ᾽ , αὐτὸς νῦν ὄνομ ᾽ εὕρεο ὅττι κε θεῖο
παιδὸς παιδὶ φίλῳ
· πολυάρητος δέ τοί ἐστιν .»

Τὴν δ ᾽ αὖτ ᾽ Αὐτόλυκος ἀπαμείβετο , φώνησέν τε · 405

« Γαμβρὸς ἐμὸς θυγάτηρ τε , τίθεσθ ᾽ ὄνομ ᾽ ὅττι κεν εἴπω ·
πολλοῖσιν γὰρ
γωγε ὀδυσσάμενος τόδ ᾽ ἱκάνω ,
ἀνδράσιν ἠδὲ γυναιξὶν ἀνὰ χθόνα πουλυβότειραν
·
τῷ δ
᾽ Ὀδυσεὺς ὄνομ ᾽ ἔστω ἐπώνυμον . Αὐτὰρ γωγε ,
ὁππότ
᾽ ἂν ἡβήσας μητρώϊον ἐς μέγα δῶμα 410
ἔλθῃ Παρνησόνδ
, ὅθι πού μοι κτήματ ᾽ ἔασιν ·
τῶν οἱ ἐγὼ δώσω
, καί μιν χαίροντ ᾽ ἀποπέμψω .»

[413] Τῶν ἕνεκ ᾽ ἦλθ ᾽ Ὀδυσεύς , ἵνα οἱ πόροι ἀγλαὰ δῶρα .
Τὸν μὲν ἄρ
᾽ Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο
χερσίν τ
᾽ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι · 415
μήτηρ δ
᾽ Ἀμφιθέη μητρὸς περιφῦσ ᾽ Ὀδυσῆϊ
κύσσ
᾽ ἄρα μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά .
Αὐτόλυκος δ
᾽ υἱοῖσιν ἐκέκλετο κυδαλίμοισι
δεῖπνον ἐφοπλίσσαι
· τοὶ δ ᾽ ὀτρύνοντος ἄκουσαν ,
αὐτίκα δ
᾽ εἰσάγαγον βοῦν ἄρσενα πενταέτηρον · 420
τὸν δέρον ἀμφί θ
᾽ ἕπον , καί μιν διέχευαν ἅπαντα ,
μίστυλλόν τ
᾽ ἄρ ᾽ ἐπισταμένως πεῖράν τ ᾽ ὀβελοῖσιν ,
ὤπτησάν τε περιφραδέως
, δάσσαντό τε μοίρας .
Ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
δαίνυντ
, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης . 425
μος δ ᾽ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν ,
δὴ τότε κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο
.
Ἦμος δ ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς ,
βάν ῥ
᾽ ἴμεν ἐς θήρην , ἠμὲν κύνες ἠδὲ καὶ αὐτοὶ
υἱέες Αὐτολύκου
· μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς 430
ἤϊεν
· αἰπὺ δ ᾽ ὄρος προσέβαν καταειμένον ὕλῃ
Παρνησοῦ
, τάχα δ ᾽ ἵκανον πτύχας ἠνεμοέσσας .
Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας
,
ἐξ
ἀκαλαρρεΐταο βαθυρρόου Ὠκεανοῖο .
Οἱ δ ᾽ ἐς βῆσσαν ἵκανον ἐπακτῆρες · πρὸ δ ᾽ ἄρ ᾽ αὐτῶν 435
ἴχνι
᾽ ἐρευνῶντες κύνες ἤϊσαν , αὐτὰρ ὄπισθεν
υἱέες Αὐτολύκου
· μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς
ἤϊεν ἄγχι κυνῶν
, κραδάων δολιχόσκιον ἔγχος .
Ἔνθα δ
᾽ ἄρ ᾽ ἐν λόχμῃ πυκινῇ κατέκειτο μέγας σῦς ·
τὴν μὲν ἄρ
᾽ οὔτ ᾽ ἀνέμων διάει μένος ὑγρὸν ἀέντων , 440
οὔτε μιν Ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν
,
οὔτ
᾽ ὄμβρος περάασκε διαμπερές · ὣς ἄρα πυκνὴ
ἦεν
· ἀτὰρ φύλλων ἐνέην χύσις ἤλιθα πολλή .
Τὸν δ
᾽ ἀνδρῶν τε κυνῶν τε περὶ κτύπος ἦλθε ποδοῖϊν ,
ὡς ἐπάγοντες ἐπῇσαν
· ὁ δ᾽ ἀντίος ἐκ ξυλόχοιο , 445
φρίξας εὖ λοφιήν
, πῦρ δ᾽ ὀφθαλμοῖσι δεδορκώς ,
στῆ ῥ
᾽ αὐτῶν σχεδόθεν · ὁ δ ᾽ ἄρα πρώτιστος Ὀδυσσεὺς
ἔσσυτ
᾽ ἀνασχόμενος δολιχὸν δόρυ χειρὶ παχείῃ ,
οὐτάμεναι μεμαώς
· ὁ δέ μιν φθάμενος ἔλασεν σῦς
γουνὸς ὕπερ
, πολλὸν δὲ διήφυσε σαρκὸς ὀδόντι 450
λικριφὶς ἀΐξας
, οὐδ ᾽ ὀστέον ἵκετο φωτός .
Τὸν δ
᾽ Ὀδυσεὺς οὔτησε τυχὼν κατὰ δεξιὸν ὦμον ,
ἀντικρὺ δὲ διῆλθε φαεινοῦ δουρὸς ἀκωκή
·
κὰδ δ
᾽ ἔπεσ ᾽ ἐν κονίῃσι μακών , ἀπὸ δ᾽ ἔπτατο θυμός .
Τὸν μὲν ἄρ
᾽ Αὐτολύκου παῖδες φίλοι ἀμφεπένοντο , 455
ὠτειλὴν δ
᾽ Ὀδυσῆος ἀμύμονος ἀντιθέοιο
δῆσαν ἐπισταμένως
, ἐπαοιδῇ δ ᾽ αἷμα κελαινὸν
ἔσχεθον
, αἶψα δ ᾽ ἵκοντο φίλου πρὸς δώματα πατρός .
Τὸν μὲν ἄρ᾽ Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο
,
εὖ ἰησάμενοι ἠδ
᾽ ἀγλαὰ δῶρα πορόντες , 460
καρπαλίμως χαίροντα φίλην ἐς πατρίδ
᾽ ἔπεμπον
εἰς Ἰθάκην
. Τῷ μέν ῥα πατὴρ καὶ πότνια μήτηρ
χαῖρον νοστήσαντι
, καὶ ἐξερέεινον ἕκαστα ,
οὐλὴν ὅττι πάθοι
· ὁ δ᾽ ἄρα σφίσιν εὖ κατέλεξεν ,
ὥς μιν θηρεύοντ
᾽ ἔλασεν σῦς λευκῷ ὀδόντι , 465
Παρνησόνδ
᾽ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο .


Euryclée reconnaît Ulysse (2)

La reconnaissance, et le silence imposé


Τὴν
γρηΰς , χείρεσσι καταπρηνέσσι λαβοῦσα ,
γνῶ ῥ
᾽ ἐπιμασσαμένη , πόδα δὲ προέηκε φέρεσθαι ·
ἐν δὲ λέβητι πέσε κνήμη
, κανάχησε δὲ χαλκός ,
ἂψ δ
ἑτέρωσε κλίθη · τὸ δ᾽ ἐπὶ χθονὸς ἐξέχυθ ᾽ ὕδωρ . 470
Τὴν δ
᾽ ἅμα χάρμα καὶ ἄλγος ἕλεν φρένα · τὼ δέ οἱ ὄσσε
δακρυόφι
ν πλῆσθεν , θαλερὴ δέ οἱ ἔσχετο φωνή .
Ἁψαμένη δὲ γενείου Ὀδυσσῆα προσέειπεν
·

« Ἦ μάλ᾽ Ὀδυσσεύς ἐσσι , φίλον τέκος · οὐδέ σ γωγε
πρὶν ἔγνων
, πρὶν πάντα ἄνακτ ᾽ ἐμὸν ἀμφαφάασθαι .» 475

, καὶ Πηνελόπειαν ἐσέδρακεν ὀφθαλμοῖσι ,
πεφραδέειν ἐθέλουσα φίλον πόσιν ἔνδον ἐόντα
.
Ἡ δ
᾽ οὔτ ᾽ ἀθρῆσαι δύνατ ᾽ ἀντίη οὔτε νοῆσαι ·
τῇ γὰρ Ἀθηναίη νόον ἔτραπεν
· αὐτὰρ Ὀδυσσεὺς
χεῖρ
᾽ ἐπιμασσάμενος φάρυγος λάβε δεξιτερῆφιν , 480
τῇ δ
᾽ ἑτέρῃ ἕθεν ἆσσον ἐρύσσατο φώνησέν τε ·

[482] « Μαῖα , τίη μ ᾽ ἐθέλεις ὀλέσαι ; σὺ δέ μ ᾽ ἔτρεφες αὐτὴ
τῷ σῷ ἐπὶ μαζῷ
· νῦν δ ᾽ ἄλγεα πολλὰ μογήσας
ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν
.
Ἀλλ
᾽ ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ , 485
σίγα
, μή τίς τ᾽ ἄλλος ἐνὶ μεγάροισι πύθηται .
Ὧδε γὰρ ἐξερέω
, τὸ δὲ καὶ τετελεσμένον ἔσται ·
εἴ χ
᾽ ὑπ ᾽ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς ,
οὐδὲ τροφοῦ οὔσης σεῦ ἀφέξομαι
, ὁππότ ᾽ ἂν ἄλλας
δμῳὰς ἐν μεγάροισιν ἐμοῖς κτείνωμι γυναῖκας
.» 490

[491] Τὸν δ ᾽ αὖτε προσέειπε περίφρων Εὐρύκλεια ·

« Τέκνον ἐμόν , ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων .
Οἶσθα μὲν οἷον ἐμὸν μένος ἔμπεδον οὐδ
᾽ ἐπιεικτόν ·
ἕξω δ
, ὡς ὅτε τις στερεὴ λίθος ἠὲ σίδηρος .
Ἄλλο δέ τοι ἐρέω
, σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῇσιν · 495
εἴ χ
᾽ ὑπό σοι γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς ,
δὴ τότε τοι καταλέξω ἐνὶ μεγάροισι γυναῖκας
,
αἵ τέ σ
᾽ ἀτιμάζουσι , καὶ αἳ νηλείτιδές εἰσι.»

Τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·

« Μαῖα , τίη δὲ σὺ τὰς μυθήσεαι ; οὐδέ τί σε χρή . 500
Εὖ νυ καὶ αὐτὸς ἐγὼ φράσομαι καὶ εἴσομ
᾽ ἑκάστην ·
ἀλλ᾽ ἔχε σιγῇ μῦθον
, ἐπίτρεψον δὲ θεοῖσιν.»

Ὣς ἄρ᾽ ἔφη , γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει
οἰσομένη ποδάνιπτρα
· τὰ γὰρ πρότερ ᾽ ἔκχυτο πάντα .
Αὐτὰρ ἐπεὶ νίψεν τε καὶ ἤλειψεν λίπ
᾽ ἐλαίῳ , 505
αὖτις ἄρ
᾽ ἀσσοτέρω πυρὸς ἕλκετο δίφρον Ὀδυσσεὺς
θερσόμενος
, οὐλὴν δὲ κατὰ ῥακέεσσι κάλυψε .


Les douloureuses insomnies de Pénélope

Que faire ?


Τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια ·

[509] « Ξεῖνε , τὸ μέν σ᾽ ἔτι τυτθὸν ἐγὼν εἰρήσομαι αὐτή ·
καὶ γὰρ δὴ κοίτοιο τάχ ᾽ ἔσσεται ἡδέος ὥρη , 510
ὅντινά γ ᾽ ὕπνος ἕλοι γλυκερός , καὶ κηδόμενόν περ .
Αὐτὰρ ἐμοὶ καὶ πένθος ἀμέτρητον πόρε δαίμων ·
ἤματα μὲν γὰρ τέρπομ ᾽ ὀδυρομένη , γοόωσα ,
ἔς τ ᾽ ἐμὰ ἔργ ᾽ ὁρόωσα καὶ ἀμφιπόλων ἐνὶ οἴκῳ ·
αὐτὰρ ἐπὴν νὺξ ἔλθῃ , ἕλῃσί τε κοῖτος ἅπαντας , 515
κεῖμαι ἐνὶ λέκτρῳ , πυκιναὶ δέ μοι ἀμφ ᾽ ἀδινὸν κῆρ
ὀξεῖαι μελεδῶνες ὀδυρομένην ἐρέθουσιν .
Ὡς δ ᾽ ὅτε Πανδαρέου κούρη , χλωρηῒς
ηδών ,
καλὸν ἀείδῃσιν ἔαρος νέον ἱσταμένοιο
,
δενδρέων ἐν πετάλοισι καθεζομένη πυκινοῖσιν
, 520
ἥ τε θαμὰ τρωπῶσα χέει πολυηχέα φωνήν
,
παῖδ
᾽ ὀλοφυρομένη Ἴτυλον φίλον , ὅν ποτε χαλκῷ
κτεῖνε δι᾽ ἀφραδίας
, κοῦρον Ζήθοιο ἄνακτος ·
ὣς καὶ ἐμοὶ δίχα θυμὸς ὀρώρεται ἔνθα καὶ ἔνθα
,
ἠὲ μένω παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσω
, 525
κτῆσιν ἐμήν
, δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα ,
εὐνήν τ
᾽ αἰδομένη πόσιος δήμοιό τε φῆμιν ·
ἦ ἤδη ἅμ
᾽ ἕπωμαι Ἀχαιῶν ὅστις ἄριστος
μνᾶται ἐνὶ μεγάροισι
, πορὼν ἀπερείσια ἕδνα .
Παῖς δ᾽ ἐμὸς
ἕως μὲν ἔην ἔτι νήπιος ἠδὲ χαλίφρων , 530
γήμασθ
᾽ οὔ μ ᾽ εἴα πόσιος κατὰ δῶμα λιποῦσαν ·
νῦν δ᾽ ὅτε δὴ μέγας ἐστὶ καὶ ἥβης μέτρον ἱκάνει
,
καὶ δή μ
᾽ ἀρᾶται πάλιν ἐλθέμεν ἐκ μεγάροιο ,
κτήσιος ἀσχαλόων
, τήν οἱ κατέδουσιν Ἀχαιοί .


Le rêve prémonitoire de Pénélope
Ἀλλ ᾽ ἄγε μοι τὸν ὄνειρον ὑπόκριναι καὶ ἄκουσον . 535
Χῆνές μοι κατὰ οἶκον ἐείκοσι πυρὸν ἔδουσιν
ἐξ ὕδατος
, καί τέ σφιν ἰαίνομαι εἰσορόωσα ·
ἐλθὼν δ
᾽ ἐξ ὄρεος μέγας αἰετὸς ἀγκυλοχείλης
πᾶσι κατ
᾽ αὐχένας ἦξε καὶ ἔκτανεν · οἱ δ κέχυντο
ἀθρόοι ἐν μεγάροι
σ ‘ · ὁ δ ᾽ ἐς αἰθέρα δῖαν ἀέρθη . 540
Αὐτὰρ ἐγὼ κλαῖον καὶ ἐκώκυον ἔν περ ὀνείρῳ
,
ἀμφὶ δ
᾽ ἔμ᾽ ἠγερέθοντο ἐϋπλοκαμῖδες Ἀχαιαί ,
οἴκτρ
᾽ ὀλοφυρομένην , ὅ μοι αἰετὸς ἔκτανε χῆνας .
Ἄψ δ
᾽ ἐλθὼν κατ ᾽ ἄρ ᾽ ἕζετ ᾽ ἐπὶ προέχοντι μελάθρῳ ·
φωνῇ δὲ βροτέῃ κατερήτυε
, φώνησέν τε · 545

« Θάρσει , Ἰκαρίου κούρη τηλεκλειτοῖο ·
οὐκ ὄναρ
, ἀλλ ᾽ ὕπαρ ἐσθλόν , ὅ τοι τετελεσμένον ἔσται .
Χῆνες μὲν μνηστῆρες
· ἐγὼ δέ τοι αἰετὸς ὄρνις
ἦα πάρος
, νῦν αὖτε τεὸς πόσις εἰλήλουθα ,
ὃς πᾶσι μνηστῆρσιν ἀεικέα πότμον ἐφήσω
.» 550

Ὣς ἔφατ ᾽, αὐτὰρ ἐμὲ μελιηδὴς ὕπνος ἀνῆκε ·
παπτήνασα δὲ χῆνας ἐνὶ μεγάροισι νόησα
πυρὸν ἐρεπτομένους παρὰ πύελον
, ἧχι πάρος περ .»

Τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·

« Ὦ γύναι, οὔπως ἔστιν ὑποκρίνασθαι ὄνειρον 555
ἄλλῃ ἀποκλίναντ
, ἐπειή ῥά τοι αὐτὸς Ὀδυσσεὺς
πέφραδ
᾽ ὅπως τελέει · μνηστῆρσι δὲ φαίνετ ᾽ ὄλεθρος
πᾶσι μάλ
· οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει .»

Τὸν δ ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια ·

« Ξεῖν , ἦτοι μὲν ὄνειροι ἀμήχανοι ἀκριτόμυθοι 560
γίγνοντ
, οὐδέ τι πάντα τελείεται ἀνθρώποισι .
Δοιαὶ γάρ τε πύλαι ἀμενηνῶν εἰσὶν ὀνείρων
·
αἱ μὲν γὰρ κεράεσσι τετεύχαται
, αἱ δ᾽ ἐλέφαντι ·
τῶν οἳ μέν κ
᾽ ἔλθωσι διὰ πριστοῦ ἐλέφαντος ,
οἵ ῥ᾽ ἐλεφαίρονται
, ἔπε᾽ ἀκράαντα φέροντες · 565
οἱ δὲ διὰ ξεστῶν κεράων ἔλθωσι θύραζε
,
οἵ ῥ
᾽ ἔτυμα κραίνουσι , βροτῶν ὅτε κέν τις ἴδηται .
Ἀλλ
᾽ ἐμοὶ οὐκ ἐντεῦθεν ὀΐομαι οἰνὸν ὄνειρον
ἐλθέμεν
· ἦ κ ᾽ ἀσπαστὸν ἐμοὶ καὶ παιδὶ γένοιτο .


Le projet de Pénélope

Proposer une compétition aux prétendants


Ἄλλο δέ τοι ἐρέω , σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῇσιν ·
570
ἥδε δὴ ἠὼς εἶσι δυσώνυμος
, ἥ μ᾽ Ὀδυσῆος
οἴκου ἀποσχήσει
· νῦν γὰρ καταθήσω ἄεθλον ,
τοὺς πελέκεας
, τοὺς κεῖνος ἐνὶ μεγάροισιν ἑοῖσιν
ἵστασχ᾽ ἑξείης
, δρυόχους ὥς , δώδεκα πάντας ·
στὰς δ
᾽ ὅ γε πολλὸν ἄνευθε διαρρίπτασκεν ὀϊστόν . 575
Νῦν δὲ μνηστήρεσσιν ἄεθλον τοῦτον ἐφήσω
·
ὃς δέ κε ῥηΐτατ
᾽ ἐντανύσῃ βιὸν ἐν παλάμῃσιν ,
καὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων
,
τῷ κεν
ἅμαἑ σποίμην , νοσφισσαμένη τόδε δῶμα
κουρίδιον
, μάλα καλόν , ἐνίπλειον βιότοιο · 580
ταῦ ποτὲ μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ .»

Τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·

« Ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος ,
μηκέτι νῦν ἀνάβαλλε δόμοι
σ ‘ ἔνι τοῦτον ἄεθλον ·
πρὶν γάρ τοι πολύμητις ἐλεύσεται ἐνθάδ
᾽ Ὀδυσσεύς , 585
πρὶν τούτους τόδε τόξον ἐΰξοον ἀμφαφόωντας
νευρήν τ
᾽ ἐντανύσαι διοϊστεῦσαί τε σιδήρου .»


Place au sommeil


Τὸν δ ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια ·

[589] « Εἴ κ ᾽ ἐθέλοις μοι , ξεῖνε , παρήμενος ἐν μεγάροισιν
τέρπειν
, οὔ κέ μοι ὕπνος ἐπὶ βλεφάροισι χυθείη . 590
Ἀλλ
᾽ οὐ γάρ πως ἔστιν ἀΰπνους ἔμμεναι αἰὲν
ἀνθρώπους
· ἐπὶ γάρ τοι ἑκάστῳ μοῖραν ἔθηκαν
ἀθάνατοι θνητοῖσιν ἐπὶ ζείδωρον ἄρουραν
.
Ἀλλ᾽ ἦτοι μὲν ἐγὼν ὑπερώϊον εἰσαναβᾶσα
λέξομαι εἰς εὐνήν
, ἥ μοι στονόεσσα τέτυκται , 595
αἰεὶ δάκρυσ
᾽ ἐμοῖσι πεφυρμένη , ἐξ οὗ Ὀδυσσεὺς
ᾤχετ
᾽ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν .
Ἔνθα κε λεξαίμην
· σὺ δὲ λέξεο τῷδ᾽ ἐνὶ οἴκῳ ,
ἢ χαμάδις στορέσας
, ἤ τοι κατὰ δέμνια θέντων.»

Ὣς εἰποῦσ ᾽ ἀνέβαιν ὑπερὼἴα σιγαλόεντα , 600
οὐκ οἴη
, ἅμα τῇγε καὶ ἀμφίπολοι κίον ἄλλαι .
Ἐς δ᾽ ὑπερῷ
᾽ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ
κλαῖεν ἔπειτ
᾽ Ὀδυσῆα , φίλον πόσιν , ὄφρα οἱ ὕπνον
ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη
.



Retour en haut du texte