000 Odyssée chant 19 : texte grec
revu et sous-titré
Homère :
Odyssée 23
Texte grec, revu et sous-titré
Homère Odyssée XXIII Texte grec
1-31 Euryclée éveille Pénélope :
Ulysse est de retour ! Les prétendants sont morts
Γρηῢς
δ ᾽ εἰς ὑπερῷ
᾽ ἀνεβήσετο
καγχαλόωσα
,
δεσποίνῃ ἐρέουσα
φίλον πόσιν ἔνδον
ἐόντα ·
γούνατα
δ ᾽ ἐρρώσαντο
, πόδες δ ᾽ ὑπερικταίνοντο
.
Στῆ δ ᾽ ἄρ ᾽ ὑπὲρ
κεφαλῆς , καί
μιν πρὸς μῦθον
ἔειπεν ·
«
Ἒγρεο , Πηνελόπεια
, φίλον τέκος
, ὄφρα ἴδηαι
5
ὀφθαλμοῖσι
τεοῖσι τά τ ᾽
ἔλδεαι ἤματα
πάντα .
Ἦλθ ᾽
Ὀδυσεὺς καὶ
οἶκον ἱκάνεται
, ὀψέ περ ἐλθών
.
Μνηστῆρας
δ ᾽ ἔκτεινεν
ἀγήνορας
, οἵτε οἱ
οἶκον
κήδεσκον
καὶ κτήματ
᾽ ἔδον βιόωντό
τε παῖδα .
»
Τὴν δ ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια · 10
«
Μαῖα φίλη
, μάργην σε θεοὶ
θέσαν , οἵ
τε δύνανται
ἄφρονα
ποιῆσαι καὶ
ἐπίφρονά περ
μάλ ᾽ ἐόντα
,
καί τε χαλιφρονέοντα
σαοφροσύνης
ἐπέβησαν
·
οἵ σέ περ
ἔβλαψαν ·
πρὶν δὲ φρένας
αἰσίμη ἦσθα
.
Τίπτε με λωβεύεις
πολυπενθέα
θυμὸν ἔχουσαν
, 15
ταῦτα
παρὲξ ἐρέουσα
, καὶ ἐξ ὕπνου
μ ᾽ ἀνεγείρεις
ἡδέος
, ὅς μ ᾽
ἐπέδησε φίλα
βλέφαρ ᾽
ἀμφικαλύψας
;
Οὐ γάρ
πω τοιόνδε
κατέδραθον
, ἐξ οὗ Ὀδυσσεὺς
ᾤχετ
᾽ ἐποψόμενος
Κακοΐλιον οὐκ
ὀνομαστήν
.
Ἀλλ ᾽
ἄγε νῦν κατάβηθι
, καὶ ἂψ ἔρχευ
μέγαρόνδε
. 20
Εἰ γάρ τίς
μ ᾽ ἄλλη
γε γυναικῶν
, αἵ μοι ἔασι
,
ταῦτ ᾽
ἐλθοῦς ᾽
ἤγγειλε καὶ
ἐξ ὕπνου ἀνέγειρεν
,
τῷ κε τάχα
στυγερῶς μιν
ἐγὼν ἀπέπεμψα
νέεσθαι
αὖτις
ἔσω μέγαρον
· σὲ δὲ τοῦτό
γε γῆρας ὀνήσει
. »
Τὴν δ ᾽ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια · 25
«
Οὔτι σε
λωβεύω ,
τέκνον φίλον
, ἀλλ ᾽
ἔτυμόν τοι
ἦλθ
᾽ Ὀδυσεὺς
καὶ οἶκον ἱκάνεται
, ὡς ἀγορεύω
,
ὁ ξεῖνος
, τὸν πάντες
ἀτίμων ἐν μεγάροισι
.
Τηλέμαχος
δ ᾽ ἄρα μιν
πάλαι ᾔδεεν
ἔνδον ἐόντα
,
ἀλλὰ σαοφροσύνῃσι
νοήματα πατρὸς
ἔκευθεν
, 30
ὄφρ ᾽
ἀνδρῶν τίσαιτο
βίην ὑπερηνορεόντων
. »
32- 84 Incrédulité de Pénélope
Pénélope refuse la vérité, malgré la preuve de la cicatrice
Ὣς ἔφαθ
᾽· ἡ δ
᾽ ἐχάρη ,
καὶ ἀπὸ λέκτροιο
θοροῦσα
γρηῒ
περιπλέχθη
, βλεφάρων δ
᾽ ἀπὸ δάκρυον
ἧκεν ·
καί
μιν φωνήσασα
ἔπεα πτερόεντα
προσηύδα
·
«
Εἰ δ ᾽ ἄγε
δή μοι , μαῖα
φίλη , νημερτὲς
ἐνίσπες ,
35
εἰ ἐτεὸν δὴ
οἶκον ἱκάνεται
, ὡς ἀγορεύεις
,
ὅππως δὴ μνηστῆρσιν
ἀναιδέσι χεῖρας
ἐφῆκεν
μοῦνος
ἐών , οἱ δ
᾽ αἰὲν ἀολλέες
ἔνδον ἔμιμνον
. »
Τὴν δ ᾽ αὖτε προσέειπε φίλη τροφὸς Εὐρυκλέεια·
«
Οὐκ ἴδον
, οὐ πυθόμην
, ἀλλὰ στόνον
οἶον ἄκουσα
40
κτεινομένων
· ἡμεῖς δὲ μυχῷ
θαλάμων εὐπήκτων
ἥμεθ
᾽ ἀτυζόμεναι
, σανίδες δ
᾽ ἔχον εὖ ἀραρυῖαι
,
πρίν γ ᾽
ὅτε δή με σὸς
υἱὸς ἀπὸ μεγάροιο
κάλεσσεν
Τηλέμαχος
· τὸν γάρ ῥα
πατὴρ προέηκε
καλέσσαι
.
Εὗρον ἔπειτ
᾽ Ὀδυσῆα μετὰ
κταμένοισι
νέκυσσιν 45
ἑσταόθ
᾽· οἱ δέ μιν
ἀμφί , κραταίπεδον
οὖδας ἔχοντες
,
κείατ ᾽
ἐπ ᾽ ἀλλήλοισι
· ἰδοῦσά κε
θυμὸν ἰάνθης
[
αἵματι καὶ λύθρῳ
πεπαλαγμένων
ὥστε λέοντα
].
Νῦν δ
᾽ οἱ μὲν δὴ πάντες
ἐπ ᾽ αὐλείῃσι
θύρῃσιν
ἀθρόοι
· αὐτὰρ ὁ δῶμα
θεειοῦται
περικαλλές
, 50
πῦρ μέγα
κηάμενος
· σὲ δέ με προέηκε
καλέσσαι.
Ἀλλ
᾽ ἕπευ ,
ὄφρα σφῶϊν ἐϋφροσύνης
ἐπιβῆτον
ἀμφοτέρω
φίλον ἦτορ
· ἐπεὶ κακὰ
πολλὰ πέποσθε
.
Νῦν δ ᾽ ἤδη τόδε
μακρὸν ἐέλδωρ
ἐκτετέλεσται
·
ἦλθε μὲν αὐτὸς
ζωὸς ἐφέστιος
, εὗρε δὲ καὶ
σὲ 55
καὶ παῖδ
᾽ ἐν μεγάροισι
· κακῶς δ᾽ οἵπερ
μιν ἔρεζον
μνηστῆρες
, τοὺς πάντας
ἐτίσατο ᾧ ἐνὶ
οἴκῳ . »
Τὴν δ ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
«
Μαῖα φίλη
, μή πω μέγ
᾽ ἐπεύχεο
καγχαλόωσα
.
Οἶσθα γὰρ
ὥς κ ᾽ ἀσπαστὸς
ἐνὶ μεγάροισι
φανείη 60
πᾶσι
, μάλιστα δ
᾽ ἐμοί τε καὶ
υἱέϊ , τὸν
τεκόμεσθα
·
ἀλλ ᾽
οὐκ ἔσθ ᾽
ὅδε μῦθος ἐτήτυμος
, ὡς ἀγορεύεις
,
ἀλλά τις
ἀθανάτων κτεῖνε
μνηστῆρας ἀγαυούς
,
ὕβριν ἀγασσάμενος
θυμαλγέα καὶ
κακὰ ἔργα
.
Οὔτινα γὰρ
τίεσκον ἐπιχθονίων
ἀνθρώπων ,
65
οὐ κακὸν οὐδὲ
μὲν ἐσθλόν
, ὅτις σφέας
εἰσαφίκοιτο
·
τῷ δι ᾽
ἀτασθαλίας
ἔπαθον κακόν
· αὐτὰρ Ὀδυσσεὺς
ὤλεσε
τηλοῦ νόστον
Ἀχαιΐδος
, ὤλετο δ
᾽ αὐτός
. »
Τὴν δ ᾽ ἠμείβετ ᾽ ἔπειτα φίλη τροφὸς Εὐρύκλεια ·
«
Τέκνον ἐμόν
, ποῖόν σε ἔπος
φύγεν ἕρκος
ὀδόντων ,
70
ἣ πόσιν ,
ἔνδον ἐόντα
παρ ᾽ ἐσχάρῃ
, οὔποτ ᾽
ἔφησθα
οἴκαδ
᾽ ἐλεύσεσθαι
· θυμὸς δέ τοι
αἰὲν ἄπιστος
.
Ἀλλ ᾽
ἄγε τοι καὶ
σῆμα ἀριφραδὲς
ἄλλο τι εἴπω
,
οὐλήν ,
τήν ποτέ μιν σῦς
ἤλασε λευκῷ
ὀδόντι .
Τὴν
ἀπονίζουσα
φρασάμην ,
ἔθελον δὲ σοὶ
αὐτῇ 75
εἰπέμεν
· ἀλλά με κεῖνος
ἑλὼν ἐπὶ μάστακα
χερσὶν
οὐκ ἔα
εἰπεῖν ,
πολυϊδρείῃσι
νόοιο .
Ἀλλ
᾽ ἕπευ ·
αὐτὰρ ἐγὼν ἐμέθεν
περιδώσομαι
αὐτῆς ,
αἴ
κέν σ ᾽ ἐξαπάφω
, κτεῖναί μ
᾽ οἰκτίστῳ
ὀλέθρῳ .
»
Τὴν δ᾽ ἠμείβετ ᾽ ἔπειτα περίφρων Πηνελόπεια · 80
«
Μαῖα φίλη
, χαλεπόν σε
θεῶν αἰειγενετάων
δήνεα
εἴρυσθαι
, μάλα περ
πολύϊδριν ἐοῦσαν
·
ἀλλ
᾽ ἔμπης ἴομεν
μετὰ παῖδ
᾽ ἐμόν ,
ὄφρα ἴδωμαι
ἄνδρας
μνηστῆρας τεθνειότας
, ἠδ ᾽ ὃς
ἔπεφνεν .
»
85-116 Malgré les reproches de Télémaque, Pénélope refuse de reconnaître Ulysse dans ce mendiant en haillons
« Ὣς
φαμένη κατέβαιν
᾽ ὑπερώϊα
· πολλὰ δέ οἱ
κῆρ 85
ὥρμαιν
᾽, ἢ ἀπάνευθε
φίλον πόσιν
ἐξερεείνοι
,
ἦ παρστᾶσα
κύσειε κάρη
καὶ χεῖρε λαβοῦσα
.
Ἡ δ ᾽ ἐπεὶ
εἰσῆλθεν καὶ
ὑπέρβη λάϊνον
οὐδόν ,
ἕζετ
᾽ ἔπειτ ᾽
Ὀδυσῆος ἐναντίη
, ἐν πυρὸς αὐγῇ
,
τοίχου τοῦ
ἑτέρου ·
ὁ δ ᾽ ἄρα
πρὸς κίονα μακρὴν
90
ἧστο κάτω
ὁρόων ,
ποτιδέγμενος
εἴ τί μιν εἴποι
ἰφθίμη
παράκοιτις
, ἐπεὶ ἴδεν
ὀφθαλμοῖσιν
.
Ἡ δ ᾽ ἄνεω
δὴν ἧστο ,
τάφος δέ οἱ
ἦτορ ἵκανεν
·
ὄψει δ
᾽ ἄλλοτε μέν
μιν ἐνωπαδίως
ἐσίδεσκεν
,
ἄλλοτε δ
᾽ ἀγνώσσασκε
κακὰ χροῒ εἵματ
᾽ ἔχοντα
. 95
Τηλέμαχος
δ ᾽ ἐνένιπε
, ἔπος τ ᾽
ἔφατ ᾽ ἔκ
τ ᾽ ὀνόμαξε
·
«
Μῆτερ ἐμή
, δύσμητερ
, ἀπηνέα θυμὸν
ἔχουσα
,
τίφθ ᾽
οὕτω πατρὸς
νοσφίζεαι
, οὐδὲ παρ
᾽ αὐτὸν
ἑζομένη
μύθοισιν ἀνείρεαι
οὐδὲ μεταλλᾷς
;
Οὐ μέν
κ ᾽ ἄλλη
γ ᾽ ὧδε
γυνὴ τετληότι
θυμῷ 100
ἀνδρὸς
ἀφεσταίη
, ὅς οἱ κακὰ
πολλὰ μογήσας
ἔλθοι
ἐεικοστῷ ἔτεϊ
ἐς πατρίδα γαῖαν
·
σοὶ δ ᾽
αἰεὶ κραδίη
στερεωτέρη ἐστὶ
λίθοιο .
»
Τὸν δ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια ·
«
Τέκνον ἐμόν
, θυμός μοι ἐνὶ
στήθεσσι τέθηπεν
· 105
οὐδέ τι
προσφάσθαι
δύναμαι ἔπος
οὐδ ᾽
ἐρέεσθαι
οὐδ
᾽ εἰς ὦπα ἰδέσθαι
ἐναντίον .
Εἰ δ ᾽ ἐτεὸν
δὴ
ἔστ ᾽
Ὀδυσεὺς καὶ
οἶκον ἱκάνεται
, ἦ μάλα νῶϊ
γνωσόμεθ
᾽ ἀλλήλων καὶ
λώϊον ·
ἔστι γὰρ ἡμῖν
σήμαθ
᾽ , ἃ δὴ καὶ
νῶϊ κεκρυμμένα
ἴδμεν ἀπ ᾽
ἄλλων . »
110
Ὣς φάτο
, μείδησεν δὲ
πολύτλας δῖος
Ὀδυσσεύς ,
aἶψα
δὲ Τηλέμαχον
ἔπεα πτερόεντα
προσηύδα ·
«
Τηλέμαχ ᾽ , ἦτοι
μητέρ ᾽ ἐνὶ μεγάροισιν
ἔασον
πειράζειν
ἐμέθεν · τάχα
δὲ φράσεται
καὶ ἄρειον .
Νῦν
δ ᾽ ὅττι ῥυπόω
, κακὰ δὲ χροῒ
εἵματα εἷμαι
, 115
τοὔνεκ ᾽
ἀτιμάζει με καὶ
οὔ πω φησὶ τὸν
εἶναι .
117-165 Ulysse invente la ruse de la noce pour échapper à la vendetta
Athéna lui rend sa véritable apparence
« Ἡμεῖς
δὲ φραζώμεθ ᾽
ὅπως ὄχ ᾽ ἄριστα
γένηται .
Καὶ
γάρ τίς θ ᾽ ἕνα
φῶτα κατακτείνας
ἐνὶ δήμῳ ,
ᾧ μὴ
πολλοὶ ἔωσιν
ἀοσσητῆρες
ὀπίσσω ,
φεύγει
πηούς τε προλιπὼν
καὶ πατρίδα
γαῖαν · 120
ἡμεῖς
δ ᾽ ἕρμα πόληος
ἀπέκταμεν , οἳ
μέγ ᾽ ἄριστοι
κούρων
εἰν Ἰθάκῃ · τὰ
δέ σε φράζεσθαι
ἄνωγα . »
Τὸν δ ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
« Αὐτὸς
ταῦτά γε λεῦσσε
, πάτερ φίλε ·
σὴν γὰρ ἀρίστην
μῆτιν
ἐπ ᾽ ἀνθρώπους
φάσ ᾽ ἔμμεναι
, οὐδέ κέ τίς
τοι 125
ἄλλος
ἀνὴρ ἐρίσειε
καταθνητῶν ἀνθρώπων
.
Ἡμεῖς δ ᾽ ἐμμεμαῶτες
ἅμ ᾽ ἑψόμεθ ᾽,
οὐδέ τί φημι
ἀλκῆς
δευήσεσθαι
, ὅση δύναμίς γε
πάρεστιν . »
Τὸν δ ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
«
Τοιγὰρ ἐγὼ ἐρέω
, ὥς μοι δοκεῖ
εἶναι ἄριστα
. 130
Πρῶτα μὲν ἂρ
λοέσασθε
, καὶ ἀμφιέσασθε
χιτῶνας ,
δμῳὰς
δ ᾽ ἐν μεγάροισιν
ἀνώγετε εἵμαθ
᾽ ἑλέσθαι
·
αὐτὰρ θεῖος
ἀοιδὸς ,
ἔχων φόρμιγγα
λίγειαν
,
ἡμῖν ἡγείσθω
φιλοπαίγμονος
ὀρχηθμοῖο
,
ὥς κέν τις
φαίη γάμον ἔμμεναι
, ἐκτὸς ἀκούων
, 135
ἢ ἀν ᾽
ὁδὸν στείχων
, ἢ οἳ περιναιετάουσι
·
μὴ πρόσθεν
κλέος εὐρὺ
φόνου κατὰ ἄστυ
γένηται
ἀνδρῶν
μνηστήρων ,
πρίν γ ᾽ ἡμέας
ἐλθέμεν ἔξω
ἀγρὸν
ἐς ἡμέτερον
πολυδένδρεον
· ἔνθα δ ᾽
ἔπειτα
φρασσόμεθ
᾽ ὅττι κε κέρδος
Ὀλύμπιος ἐγγυαλίξῃ
. » 140
Ὣς
ἔφαθ ᾽, οἱ
δ᾽ ἄρα τοῦ μάλα
μὲν κλύον ἠδὲ
πίθοντο
.
Πρῶτα
μὲν οὖν λοέσαντο
καὶ ἀμφιέσαντο
χιτῶνας
,
ὅπλισθεν δὲ
γυναῖκες
· ὁ δ ᾽
εἵλετο θεῖος
ἀοιδὸς
φόρμιγγα
γλαφυρήν
, ἐν δέ σφισιν
ἵμερον ὦρσεν
μολπῆς
τε γλυκερῆς
καὶ ἀμύμονος
ὀρχηθμοῖο
. 145
Τοῖσιν
δὲ μέγα δῶμα
περιστεναχίζετο
ποσσὶν
ἀνδρῶν
παιζόντων καλλιζώνων
τε γυναικῶν
.
Ὧδε δέ τις
εἴπεσκε δόμων
ἔκτοσθεν ἀκούων
·
«
Ἦ μάλα δή τις
ἔγημε πολυμνήστην
βασίλειαν
·
σχετλίη
, οὐδ ᾽
ἔτλη πόσιος
οὗ κουριδίοιο
150
εἴρυσθαι
μέγα δῶμα διαμπερές
, ἕως ἵκοιτο
. »
Ὣς
ἄρα τις εἴπεσκε
· τὰ δ᾽ οὐκ
ἴσαν , ὡς
ἐτέτυκτο
.
Αὐτὰρ Ὀδυσσῆα
μεγαλήτορα
ᾧ ἐνὶ οἴκῳ
Εὐρυνόμη
ταμίη λοῦσεν
καὶ χρῖσεν ἐλαίῳ
,
ἀμφὶ δέ μιν
φᾶρος καλὸν
βάλεν ἠδὲ χιτῶνα
· 155
αὐτὰρ κὰκ
κεφαλῆς χεῦεν
πολὺ κάλλος
Ἀθήνη
[ μείζονά
τ ᾽ εἰσιδέειν
καὶ πάσσονα
· κὰδ δὲ κάρητος
οὔλας
ἧκε κόμας
, ὑακινθίνῳ
ἄνθει ὁμοίας
.
Ὡς δ ᾽
ὅτε τις χρυσὸν
περιχεύεται
ἀργύρῳ ἀνὴρ
ἴδρις
, ὃν Ἥφαιστος
δέδαεν καὶ
Παλλὰς Ἀθήνη
160
τέχνην παντοίην
, χαρίεντα δὲ
ἔργα τελείει
·
ὣς μὲν τῷ
περίχευε χάριν
κεφαλῇ τε καὶ
ὤμοις ]
.
Ἐκ δ ᾽
ἀσαμίνθου βῆ
δέμας ἀθανάτοισιν
ὁμοῖος ·
ἂψ
δ ᾽ αὖτις
κατ ᾽ ἄρ
᾽ ἕζετ ᾽
ἐπὶ θρόνου ἔνθεν
ἀνέστη ,
ἀντίον
ἧς ἀλόχου
, καί μιν πρὸς
μῦθον ἔειπεν
· 165
165- 240 Reproches d’Ulysse et dernière vérification de Pénélope
Le lit nuptial : Ulysse est reconnu
«
Δαιμονίη
, περί σοίγε
γυναικῶν θηλυτεράων
κῆρ
ἀτέραμνον ἔθηκαν
Ὀλύμπια δώματ
᾽ ἔχοντες
·
οὐ μέν κ
᾽ ἄλλη γ
᾽ ὧδε γυνὴ
τετληότι θυμῷ
ἀνδρὸς
ἀφεσταίη
, ὅς οἱ κακὰ
πολλὰ μογήσας
ἔλθοι
ἐεικοστῷ ἔτεϊ
ἐς πατρίδα γαῖαν
. 170
Ἀλλ ᾽
ἄγε μοι ,
μαῖα , στόρεσον
λέχος ,
ὄφρα καὶ αὐτὸς
λέξομαι
· ἦ γὰρ τῇγε
σιδήρεος
ἐν φρεσὶ θυμός
. »
Τὸν δ ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια ·
« Δαιμόνι
᾽ , οὔτ᾽ ἄρ τι
μεγαλίζομαι
οὔτ ᾽ ἀθερίζω
οὔτε
λίην ἄγαμαι ·
μάλα δ ᾽
εὖ οἶδ ᾽
οἷος ἔησθα
175
ἐξ Ἰθάκης ἐπὶ
νηὸς ἰὼν δολιχηρέτμοιο.
Ἀλλ
᾽ ἄγε οἱ στόρεσον
πυκινὸν λέχος
, Εὐρύκλεια
,
ἐκτὸς ἐϋσταθέος
θαλάμου
, τόν ῥ ᾽
αὐτὸς ἐποίει
·
ἔνθα οἱ ἐκθεῖσαι
πυκινὸν λέχος
ἐμβάλετ ᾽
εὐνήν ,
κώεα
καὶ χλαίνας
, καὶ ῥήγεα
σιγαλόεντα.
» 180
Ὣς
ἄρ ᾽ ἔφη
πόσιος πειρωμένη
· αὐτὰρ Ὀδυσσεὺς
ὀχθήσας
, ἄλοχον
προσεφώνεε
κεδνὰ ἰδυῖαν
·
«
Ὦ γύναι , ἦ
μάλα τοῦτο ἔπος
θυμαλγὲς ἔειπες
·
Τίς δέ
μοι ἄλλοσε
θῆκε λέχος
; Χαλεπὸν
δέ κεν εἴη
καὶ
μάλ ᾽ ἐπισταμένῳ
, ὅτε μὴ θεὸς
αὐτὸς ἐπελθὼν
185
ῥηϊδίως ἐθέλων
θείη ἄλλῃ ἐνὶ
χώρῃ ·
ἀνδρῶν
δ ᾽ οὔ κέν
τις ζωὸς βροτός
, οὐδὲ μάλ
᾽ ἡβῶν ,
ῥεῖα
μετοχλήσειεν
, ἐπεὶ μέγα σῆμα
τέτυκται
ἐν
λέχει ἀσκητῷ
· τὸ δ ᾽
ἐγὼ κάμον
οὐδέ τις ἄλλος
.
Θάμνος ἔφυ
τανύφυλλος
ἐλαίης ἕρκεος
ἐντός ,
190
ἀκμηνὸς θαλέθων
· πάχετος δ᾽
ἦν ἠΰτε κίων
.
Τῷ δ ᾽
ἐγὼ ἀμφιβαλὼν
θάλαμον δέμον
, ὄφρα τέλεσσα
,
πυκνῇσιν
λιθάδεσσι
, καὶ εὖ καθύπερθεν
ἔρεψα ,
κολλητὰς
δ ᾽ ἐπέθηκα
θύρας ,
πυκινῶς ἀραρυίας
.
Καὶ τότ
᾽ ἔπειτ ᾽
ἀπέκοψα κόμην
τανυφύλλου
ἐλαίης ·
195
κορμὸν δ
᾽ ἐκ ῥίζης
προταμὼν ἀμφέξεσα
χαλκῷ
εὖ καὶ
ἐπισταμένως
, καὶ ἐπὶ στάθμην
ἴθυνα ,
ἑρμῖν
᾽ ἀσκήσας
· τέτρηνα δὲ
πάντα τερέτρῳ
.
Ἐκ δὲ τοῦ
ἀρχόμενος λέχος
ἔξεον , ὄφρα
τέλεσσα
,
δαιδάλλων
χρυσῷ τε καὶ
ἀργύρῳ ἠδ
᾽ ἐλέφαντι
· 200
ἐκ δ ᾽
ἐτάνυσσα ἱμάντα
βοὸς φοίνικι
φαεινόν .
Οὕτω
τοι τόδε σῆμα
πιφαύσκομαι
· οὐδέ τι οἶδα
,
ἤ μοι ἔτ
᾽ ἔμπεδόν ἐστι
, γύναι ,
λέχος , ἦέ
τις ἤδη
ἀνδρῶν
ἄλλοσε θῆκε
, ταμὼν ὕπο πυθμέν
᾽ ἐλαίης
. »
Ὣς φάτο
· τῆς δ ᾽
αὐτοῦ λύτο
γούνατα καὶ
φίλον ἦτορ
, 205
σήματ ᾽
ἀναγνούσης
, τά οἱ ἔμπεδα
πέφραδ ᾽
Ὀδυσσεύς
·
δακρύσασα
δ ᾽ ἔπειτ
᾽ ἰθὺς δράμεν
· ἀμφὶ δὲ χεῖρας
δειρῇ
βάλλ ᾽
Ὀδυσῆϊ ,
κάρη δ ᾽
ἔκυσ᾽ , ἠδὲ
προσηύδα
·
« Μή
μοι , Ὀδυσσεῦ,
σκύζευ , ἐπεὶ
τά περ ἄλλα
μάλιστα
ἀνθρώπων
πέπνυσο · θεοὶ
δ᾽ ὤπαζον ὀϊζύν
, 210
οἳ νῶϊν ἀγάσαντο
παρ ᾽ ἀλλήλοισι
μένοντε
ἥβης
ταρπῆναι καὶ
γήραος οὐδὸν
ἱκέσθαι .
Αὐτὰρ
μὴ νῦν μοι τόδε
χώεο μηδὲ νεμέσσα
,
οὕνεκά σ ᾽ οὐ
τὸ πρῶτον , ἐπεὶ
ἴδον , ὧδ ᾽ ἀγάπησα
.
Αἰεὶ γάρ μοι
θυμὸς ἐνὶ στήθεσσι
φίλοισιν 215
ἐρρίγει
μή τίς με βροτῶν
ἀπάφοιτο ἔπεσσιν
ἐλθών
· πολλοὶ γὰρ
κακὰ κέρδεα
βουλεύουσιν
.
[ Οὐδέ κεν Ἀργείη
Ἑλένη , Διὸς
ἐκγεγαυῖα
,
ἀνδρὶ παρ ᾽ ἀλλοδαπῷ
ἐμίγη φιλότητι
καὶ εὐνῇ ,
εἰ
ᾔδει ὅ μιν
αὖτις ἀρήϊοι
υἷες Ἀχαιῶν
220
ἀξέμεναι οἶκόνδε
φίλην ἐς πατρίδ
᾽ ἔμελλον
.
Τὴν δ ᾽
ἦτοι ῥέξαι θεὸς
ὤρορεν ἔργον
ἀεικές ·
τὴν
δ᾽ ἄτην οὐ πρόσθεν
ἑῷ ἐγκάτθετο
θυμῷ
λυγρήν
, ἐξ ἧς πρῶτα καὶ
ἡμέας ἵκετο
πένθος .
]
Νῦν δ ᾽,
ἐπεὶ ἤδη σήματ
᾽ ἀριφραδέα
κατέλεξας
225
εὐνῆς ἡμετέρης
, τὴν οὐ
βροτὸς ἄλλος
ὀπώπει ,
ἀλλ
᾽ οἶοι σύ τ
᾽ ἐγώ τε καὶ
ἀμφίπολος μία
μούνη ,
Ἀκτορίς
, ἥν μοι ἔδῶκε
πατὴρ ἔτι δεῦρο
κιούσῃ ,
ἣ
νῶϊν εἴρυτο
θύρας πυκινοῦ
θαλάμοιο
,
πείθεις δή
μευ θυμόν
, ἀπηνέα περ μάλ
᾽ ἐόντα .
» 230
Ὣς
φάτο , τῷ δ
᾽ ἔτι μᾶλλον
ὑφ ᾽ ἵμερον
ὦρσε γόοιο
·
κλαῖε δ
᾽ ἔχων ἄλοχον
θυμηρέα ,
κεδνὰ ἰδυῖαν
.
Ὡς δ ᾽
ὅτ ᾽ ἂν ἀσπάσιος
γῆ νηχομένοισι
φανείῃ ,
ὧντε
Ποσειδάων εὐεργέα
νῆ ᾽ ἐνὶ
πόντῳ
ῥαίσῃ
, ἐπειγομένην
ἀνέμῳ καὶ κύματι
πηγῷ ·
235
παῦροι δ
᾽ ἐξέφυγον
πολιῆς ἁλὸς
ἤπειρόνδε
νηχόμενοι
, πολλὴ δὲ περὶ
χροῒ τέτροφεν
ἅλμη ·
ἀσπάσιοι
δ ᾽ ἐπέβαν
γαίης ,
κακότητα φυγόντες
·
ὣς ἄρα τῇ
ἀσπαστὸς ἔην
πόσις εἰσοροώσῃ
·
δειρῆς δ
᾽ οὔπω πάμπαν
ἀφίετο πήχεε
λευκώ .
240
241-287 Ulysse annonce à Pénélope ses futures épreuves
Le nouveau départ, l’errance, et la rame
Καί
νύ κ ᾽ ὀδυρομένοισι
φάνη ῥοδοδάκτυλος
Ἠώς ,
εἰ
μὴ ἄρ ᾽ ἄλλ
᾽ ἐνόησε θεὰ
γλαυκῶπις Ἀθήνη
.
Νύκτα μὲν ἐν
περάτῃ δολιχὴν
σχέθεν ,
Ἠόα δ
᾽ αὖτε
ῥύσατ
᾽ ἐπ ᾽ Ὠκεανῷ
χρυσόθρονον
, οὐδ ᾽ ἔα
ἵππους
ζεύγνυσθ
᾽ ὠκύποδας
, φάος ἀνθρώποισι
φέροντας
, 245
Λάμπον καὶ
Φαέθονθ ᾽,
οἵτ᾽ Ἠόα
πῶλοι ἄγουσι
.
Καὶ τότε
ἣν ἄλοχον προσέφη
πολύμητις Ὀδυσσεύς
·
«
Ὦ γύναι ,
οὐ γάρ πω πάντων
ἐπὶ πείρατ
᾽ ἀέθλων
ἤλθομεν
, ἀλλ ᾽ ἔτ
᾽ ὄπισθεν ἀμέτρητος
πόνος ἔσται
,
πολλὸς καὶ
χαλεπός ,
τὸν ἐμὲ χρὴ πάντα
τελέσσαι
. 250
Ὣς γάρ μοι
ψυχὴ μαντεύσατο
Τειρεσίαο
ἤματι
τῷ ὅτε δὴ κατέβην
δόμον Ἄϊδος
εἴσω ,
νόστον
ἑταίροισιν
διζήμενος ἠδ
᾽ ἐμοὶ αὐτῷ
.
Ἀλλ ᾽
ἔρχευ, λέκτρονδ᾽
ἴομεν , γύναι
, ὄφρα καὶ ἤδη
ὕπνῳ
ὕπο γλυκερῷ
ταρπώμεθα κοιμηθέντε
. » 255
Τὸν δ ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια ·
«
Εὐνὴ μὲν δὴ
σοίγε τότ
᾽ ἔσσεται
ὁππότε θυμῷ
σῷ
ἐθέλῃς ,
ἐπεὶ ἄρ σε θεοὶ
ποίησαν ἱκέσθαι
οἶκον
ἐϋκτίμενον καὶ
σὴν ἐς πατρίδα
γαῖαν ·
ἀλλ
᾽ ἐπεὶ ἐφράσθης
, καί τοι θεὸς
ἔμβαλε θυμῷ
, 260
εἴπ ᾽
ἄγε μοι τὸν ἄεθλον
, ἐπεὶ καὶ ὄπισθεν
, ὀΐω ,
πεύσομαι
· αὐτίκα δ
᾽ ἐστὶ δαήμεναι
οὔτι χέρειον
. »
Τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
«
Δαιμονίη
, τί τ ᾽ ἄρ
᾽ αὖ με μάλ
᾽ ὀτρύνουσα
κελεύεις
εἰπέμεν
; Αὐτὰρ
ἐγὼ μυθήσομαι
οὐδ ᾽ ἐπικεύσω
. 265
Οὐ μέν τοι
θυμὸς κεχαρήσεται
· οὐδὲ γὰρ
αὐτὸς
χαίρω
, ἐπεὶ μάλα πολλὰ
βροτῶν ἐπὶ ἄστε
᾽ ἄνωγεν
ἐλθεῖν
, ἐν χείρεσσιν
ἔχοντ ᾽
εὐῆρες ἐρετμόν
,
εἰς ὅ κε τοὺς
ἀφίκωμαι οἳ
οὐκ ἴσασι
θάλασσαν
ἀνέρες
, οὐδέ θ᾽ ἅλεσσι
μεμιγμένον εἶδαρ
ἔδουσιν
· 270
οὐδ ᾽
ἄρα τοί γ
᾽ ἴσασι νέας
φοινικοπαρῄους
,
οὐδ ᾽
εὐήρε ᾽
ἐρετμά , τά
τε πτερὰ νηυσὶ
πέλονται
.
Σῆμα
δέ μοι τόδ
᾽ ἔειπεν ἀριφραδές
, οὐδέ σε κεύσω
·
ὁππότε κεν
δή μοι ξυμβλήμενος
ἄλλος ὁδίτης
φήῃ
ἀθηρηλοιγὸν
ἔχειν ἀνὰ φαιδίμῳ
ὤμῳ , 275
καὶ
τότε μ ᾽ ἐν
γαίῃ πήξαντ
᾽ ἐκέλευεν
ἐρετμόν ,
ἔρξανθ
᾽ ἱερὰ καλὰ
Ποσειδάωνι
ἄνακτι ,
ἀρνειὸν
ταῦρόν τε συῶν
τ ᾽ ἐπιβήτορα
κάπρον ,
οἴκαδ
᾽ ἀποστείχειν
, ἔρδειν θ
᾽ ἱερὰς
ἑκατόμβας
ἀθανάτοισι
θεοῖσι ,
τοὶ οὐρανὸν
εὐρὺν ἔχουσι
, 280
πᾶσι μάλ
᾽ ἑξείης
· θάνατος δέ
μοι ἐξ ἁλὸς
αὐτῷ
ἀβληχρὸς
μάλα τοῖος
ἐλεύσεται
, ὅς κέ με πέφνῃ
γήραι
ὑπο λιπαρῷ
ἀρημένον ·
ἀμφὶ δὲ λαοὶ
ὄλβιοι
ἔσσονται
· τὰ δέ μοι φάτο
πάντα τελεῖσθαι
. »
Τὸν δ ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια · 285
«
Εἰ μὲν δὴ γῆράς
γε θεοὶ τελέουσιν
ἄρειον ,
ἐλπωρή
τοι ἔπειτα κακῶν
ὑπάλυξιν ἔσεσθαι
. »
288- 343 Pénélope raconte à Ulysse ses épreuves
Ulysse résume à Pénélope son odyssée
Ὣς
οἱ μὲν τοιαῦτα
πρὸς ἀλλήλους
ἀγόρευον
·
τόφρα δ
᾽ ἄρ ᾽
Εὐρυνόμη τε ἰδὲ
τροφὸς ἔντυον
εὐνὴν
ἐσθῆτος
μαλακῆς ,
δαΐδων ὕπο
λαμπομενάων
. 290
Αὐτὰρ ἐπεὶ
στόρεσαν πυκινὸν
λέχος ἐγκονέουσαι
,
γρηῢς μὲν κείουσα
πάλιν οἶκόνδε
βεβήκει
·
τοῖσιν δ
᾽ Εὐρυνόμη
θαλαμηπόλος
ἡγεμόνευεν
ἐρχομένοισι
λέχοσδε
, δάος μετὰ
χερσὶν ἔχουσα
·
ἐς θάλαμον
δ ᾽ ἀγαγοῦσα
πάλιν κίεν
. Οἱ μὲν
ἔπειτα 295
ἀσπάσιοι
λέκτροιο παλαιοῦ
θεσμὸν ἵκοντο
.
Αὐτὰρ
Τηλέμαχος καὶ
βουκόλος ἠδὲ
συβώτης
παῦσαν
ἄρ ᾽ ὀρχηθμοῖο
πόδας , παῦσαν
δὲ γυναῖκας
·
αὐτοὶ δ
᾽ εὐνάζοντο
κατὰ μέγαρα
σκιόεντα
.
Τὼ
δ᾽ ἐπεὶ οὖν
φιλότητος ἐταρπήτην
ἐρατεινῆς
, 300
τερπέσθην
μύθοισι ,
πρὸς ἀλλήλους
ἐνέποντε
·
ἡ μὲν ὅσ
᾽ ἐν μεγάροισιν
ἀνέσχετο δῖα
γυναικῶν
,
ἀνδρῶν μνηστήρων
ἐσορῶς ᾽
ἀΐδηλον ὅμιλον
,
οἳ ἕθεν εἵνεκα
πολλά , βόας
καὶ ἴφια μῆλα
,
ἔσφαζον
, πολλὸς δὲ
πίθων ἠφύσσετο
οἶνος ·
305
αὐτὰρ ὁ Διογενὴς
Ὀδυσεὺς ὅσα
κήδε ᾽
ἔθηκεν
ἀνθρώποισ
’ ὅσα τ ᾽
αὐτὸς ὀϊζύσας
ἐμόγησε
,
πάντ ᾽
ἔλεγ ᾽·
ἡ δ ᾽ ἄρ᾽
ἐτέρπετ ᾽
ἀκούουσ
᾽, οὐδέ οἱ
ὕπνος
πῖπτεν
ἐπὶ βλεφάροισι
πάρος καταλέξαι
ἅπαντα .
Ἤρξατο
δ ᾽ ὡς πρῶτον
Κίκονας δάμας
᾽· αὐτὰρ
ἔπειτα 310
ἦλθ
᾽ ἐς Λωτοφάγων
ἀνδρῶν πίειραν
ἄρουραν
·
ἠδ ᾽ ὅσα
Κύκλωψ ἔρξε
, καὶ ὡς ἀπετίσατο
ποινὴν
ἰφθίμων
ἑτάρων , οὓς
ἤσθιεν οὐδ
᾽ ἐλέαιρεν
·
ἠδ ᾽ ὡς
Αἴολον ἵκεθ
᾽ , ὅ μιν
πρόφρων ὑπέδεκτο
καὶ
πέμπ ᾽
, οὐδέ πω αἶσα
φίλην ἐς πατρίδ
᾽ ἱκέσθαι
315
ἤην , ἀλλά
μιν αὖτις ἀναρπάξασα
θύελλα
πόντον
ἐπ ᾽ ἰχθυόεντα
φέρεν βαρέα
στενάχοντα
·
ἠδ ᾽ ὡς
Τηλέπυλον
Λαιστρυγονίην
ἀφίκανεν
,
οἳ νῆάς τ
᾽ ὄλεσαν καὶ
ἐϋκνήμιδας
ἑταίρους
[
πάντας ·
Ὀδυσσεὺς δ
᾽ οἶος ὑπέκφυγε
νηῒ μελαίνῃ
] · 320
καὶ
Κίρκης κατέλεξε
δόλον πολυμηχανίην
τε ,
ἠδ
᾽ ὡς εἰς Ἀΐδεω
δόμον ἤλυθεν
εὐρώεντα
,
ψυχῇ χρησόμενος
Θηβαίου Τειρεσίαο
,
νηῒ πολυκλήϊδι
, καὶ εἴσιδε
πάντας ἑταίρους
μητέρα
θ ᾽, ἥ μιν
ἔτικτε καὶ ἔτρεφε
τυτθὸν ἐόντα
· 325
ἠδ ᾽
ὡς Σειρήνων
ἁδινάων φθόγγον
ἄκουσεν
·
ὥς θ ᾽
ἵκετο Πλαγκτὰς
πέτρας δεινήν
τε Χάρυβδιν
Σκύλλην
θ ᾽ ,
ἣν οὔ πώποτ
᾽ ἀκήριοι ἄνδρες
ἄλυξαν ·
ἠδ
᾽ ὡς Ἠελίοιο
βόας κατέπεφνον
ἑταῖροι
·
ἠδ ᾽ ὡς
νῆα θοὴν ἔβαλε
ψολόεντι κεραυνῷ
330
Ζεὺς ὑψιβρεμέτης
, ἀπὸ δ ᾽
ἔφθιθεν ἐσθλοὶ
ἑταῖροι
πάντες
ὁμῶς , αὐτὸς
δὲ κακὰς ὑπὸ
Κῆρας ἄλυξεν
·
ὥς θ ᾽
ἵκετ ᾽
Ὠγυγίην νῆσον
νύμφην τε Καλυψώ
,
ἣ δή μιν κατέρυκε
, λιλαιομένη
πόσιν εἶναι
,
ἐν σπέεσι
γλαφυροῖσι
, καὶ ἔτρεφεν
ἠδὲ ἔφασκεν
335
θήσειν ἀθάνατον
καὶ ἀγήραον
ἤματα πάντα
·
ἀλλὰ τοῦ
οὔποτε θυμὸν
ἐνὶ στήθεσσιν
ἔπειθεν
·
ἠδ ᾽ ὡς
ἐς Φαίηκας
ἀφίκετο πολλὰ
μογήσας
,
οἳ δή μιν περὶ
κῆρι θεὸν ὣς
τιμήσαντο
,
καὶ πέμψαν σὺν
νηῒ φίλην ἐς
πατρίδα γαῖαν
, 340
χαλκόν τε
χρυσόν τε ἅλις
ἐσθῆτά τε δόντες
.
Τοῦτ ᾽
ἄρα δεύτατον
εἶπεν ἔπος
, ὅτε οἱ γλυκὺς
ὕπνος
λυσιμελὴς
ἐπόρουσε
, λύων μελεδήματα
θυμοῦ .
344-372 Ulysse part chez son père Laërte
Retour aux armes
Ἡ δ ᾽
αὖτ ᾽ ἄλλ ᾽ ἐνόησε
θεὰ γλαυκῶπις
Ἀθήνη ·
ὁππότε
δή ῥ ᾽ Ὀδυσῆα
ἐέλπετο ὃν κατὰ
θυμὸν 345
εὐνῆς
ἧς ἀλόχου
ταρπήμεναι ἠδὲ
καὶ ὕπνου ,
αὐτίκ
᾽ ἀπ ᾽ Ὠκεανοῦ
χρυσόθρονον
ἠριγένειαν
ὦρσεν
, ἵν ᾽ ἀνθρώποισι
φόως φέροι . Ὦρτο
δ ᾽ Ὀδυσσεὺς
εὐνῆς
ἐκ μαλακῆς
, ἀλόχῳ δ
᾽ ἐπὶ μῦθον
ἔτελλεν
·
«
Ὦ γύναι ,
ἤδη μὲν πολέων
κεκορήμεθ
᾽ ἀέθλων
350
ἀμφοτέρω
, σὺ μὲν ἐνθάδ
᾽ ἐμὸν πολυκηδέα
νόστον
κλαίουσ
᾽ · αὐτὰρ
ἐμὲ Ζεὺς ἄλγεσι
καὶ θεοὶ ἄλλοι
ἱέμενον
πεδάασκον ἐμῆς
ἀπὸ πατρίδος
αἴης ·
νῦν
δ ᾽ ἐπεὶ
ἀμφοτέρω πολυήρατον
ἱκόμεθ ᾽
εὐνήν ,
κτήματα
μὲν τά μοι ἔστι
, κομιζέμεν ἐν
μεγάροισι
· 355
μῆλα δ
᾽ ἅ μοι μνηστῆρες
ὑπερφίαλοι
κατέκειραν
,
πολλὰ μὲν
αὐτὸς ἐγὼ ληΐσσομαι
, ἄλλα δ ᾽
Ἀχαιοὶ
δώσουσ
᾽ , εἰς ὅ
κε πάντας ἐνιπλήσωσιν
ἐπαύλους
.
ἀλλ ᾽
ἦτοι μὲν ἐγὼ
πολυδένδρεον
ἀγρὸν ἔπειμι
,
ὀψόμενος
πατέρ ᾽ ἐσθλόν
, ὅ μοι πυκινῶς
ἀκάχηται
· 360
σοὶ δέ
, γύναι ,
τάδ ᾽ ἐπιτέλλω
, πινυτῇ περ
ἐούσῃ
αὐτίκα
γὰρ φάτις εἶσιν
ἅμ ᾽ ἠελίῳ
ἀνιόντι
ἀνδρῶν
μνηστήρων ,
οὓς ἔκτανον
ἐν μεγάροισιν
·
εἰς ὑπερῷ
᾽ ἀναβᾶσα σὺν
ἀμφιπόλοισι
γυναιξὶν
ἧσθαι
, μηδέ τινα προτιόσσεο
μηδ ᾽ ἐρέεινε
. » 365
Ἦ
ῥα καὶ ἀμφ
᾽ ὤμοισιν ἐδύσετο
τεύχεα καλά
,
ὦρσε δὲ Τηλέμαχον
καὶ βουκόλον
ἠδὲ συβώτην
,
πάντας δ
᾽ ἔντε ᾽
ἄνωγεν ἀρήϊα
χερσὶν ἑλέσθαι
.
Οἱ δέ οἱ οὐκ
ἀπίθησαν ,
ἐθωρήσσοντο
δὲ χαλκῷ
·
ὤϊξαν δὲ θύρας
, ἐκ δ ᾽
ἤϊον · ἦρχε
δ᾽ Ὀδυσσεύς
. 370
Ἤδη μὲν φάος
ἦεν ἐπὶ χθόνα
, τοὺς δ ᾽
ἄρ᾽ Ἀθήνη
νυκτὶ
κατακρύψασα
θοῶς ἐξῆγε
πόληος .