000 texte grec revu
et sous-titré
Homère
Odyssée XIX texte grec
Homère Odyssée XIX texte grec
01-52 : Ulysse et Télémaque enlèvent les armes de la salle
… sous un prétexte mensonger
Αὐτὰρ
ὁ ἐν μεγάρῳ
ὑπελείπετο
δῖος Ὀδυσσεύς
,
μνηστήρεσσι
φόνον σὺν Ἀθήνῃ
μερμηρίζων ·
αἶψα
δὲ Τηλέμαχον
ἔπεα πτερόεντα
προσηύδα ·
«
Τηλέμαχε , χρὴ
τεύχε᾽ ἀρήϊα
κατθέμεν εἴσω
πάντα
μάλ
᾽
· αὐτὰρ μνηστῆρας
μαλακοῖς ἐπέεσσι
5
παρφάσθαι , ὅτε
κέν σε μεταλλῶσιν
ποθέοντες ·
Ἐκ
καπνοῦ κατέθηκ
᾽
,
ἐπεὶ οὐκέτι
τοῖσιν ἐῴκει
οἷά
ποτε Τροίηνδε
κιὼν κατέλειπεν
Ὀδυσσεύς
,
ἀλλὰ
κατῄκισται
,
ὅσσον πυρὸς
ἵκετ᾽ ἀϋτμή
.
Πρὸς
δ᾽ ἔτι καὶ τόδε
μεῖζον ἐνὶ φρεσὶν
ἔμβαλε
δαίμων 10
μή πως
οἰνωθέντες
,
ἔριν στήσαντες
ἐν ὑμῖν
,
ἀλλήλους
τρώσητε καταισχύνητέ
τε δαῖτα
καὶ
μνηστύν
·
αὐτὸς γὰρ ἐφέλκεται
ἄνδρα σίδηρος
.
»
Ὣς
φάτο
,
Τηλέμαχος δὲ
φίλῳ ἐπεπείθετο
πατρί
,
ἐκ
δὲ καλεσσάμενος
προσέφη τροφὸν
Εὐρύκλειαν
·
15
[16]
« Μαῖ
᾽,
ἄγε δή μοι ἔρυξον
ἐνὶ μεγάροισι
γυναῖκας
,
ὄφρα
κεν ἐς θάλαμον
καταθείομαι
ἔντεα πατρὸς
καλά
,
τά μοι κατὰ οἶκον
ἀκηδέα καπνὸς
ἀμέρδει
πατρὸς
ἀποιχομένοιο
·
ἐγὼ δ᾽ ἔτι νήπιος
ἦα
.
Νῦν
δ᾽ ἐθέλω καταθέσθαι
,
ἵν
᾽
οὐ πυρὸς ἵξετ
᾽
ἀϋτμή
.
» 20
Τὸν δ᾽ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια ·
«
Αἲ γὰρ δή ποτε
,
τέκνον
,
ἐπιφροσύνας
ἀνέλοιο
οἴκου
κήδεσθαι καὶ
κτήματα πάντα
φυλάσσειν
.
Ἀλλ
᾽
ἄγε
,
τίς τοι ἔπειτα
μετοιχομένη
φάος οἴσει
;
δμῳὰς
δ᾽ οὐκ εἴας
προβλωσκέμεν
,
αἵ κεν ἔφαινον
.
» 25
Τὴν δ ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα ·
«
Ξεῖνος ὅδ
᾽
·
οὐ γὰρ ἀεργὸν
ἀνέξομαι
,
ὅς κεν ἐμῆς
γε
χοίνικος
ἅπτηται
,
καὶ τηλόθεν
εἰληλουθώς
.
»
Ὣς
ἄρ᾽ ἐφώνησεν
·
τῇ δ᾽ ἄπτερος
ἔπλετο μῦθος
.
Κλήϊσεν
δὲ θύρας μεγάρων
εὖ ναιεταόντων
.
30
Τὼ δ
᾽
ἄρ
᾽
ἀναΐξαντ
᾽
Ὀδυσεὺς καὶ
φαίδιμος υἱὸς
ἐσφόρεον
κόρυθάς τε καὶ
ἀσπίδας ὀμφαλοέσσας
ἔγχεά
τ
᾽
ὀξυόεντα
·
πάροιθε δὲ Παλλὰς
Ἀθήνη
,
χρύσεον
λύχνον ἔχουσα
,
φάος περικαλλὲς
ἐποίει
.
Δὴ
τότε Τηλέμαχος
προσεφώνεε
ὃν πατέρ
᾽
αἶψα
·
35
[36]
« Ὦ πάτερ
,
ἦ μέγα θαῦμα
τόδ᾽ ὀφθαλμοῖσιν
ὁρῶμαι
.
Ἔμπης
μοι τοῖχοι μεγάρων
καλαί τε μεσόδμαι
,
εἰλάτιναί
τε δοκοί
,
καὶ κίονες
ὑψόσ
᾽
ἔχοντες
φαίνοντ
᾽
ὀφθαλμοῖς ὡς
εἰ πυρὸς αἰθομένοιο
.
Ἦ
μάλα τις θεὸς
ἔνδον
,
οἳ οὐρανὸν εὐρὺν
ἔχουσι
.
» 40
Τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
«
Σίγα καὶ κατὰ
σὸν νόον ἴσχανε
μηδ
᾽
ἐρέεινε
·
αὕτη
τοι δίκη ἐστὶ
θεῶν
,
οἳ Ὄλυμπον
ἔχουσιν
.
Ἀλλὰ
σὺ μὲν κατάλεξαι
,
ἐγὼ δ
᾽
ὑπολείψομαι
αὐτοῦ
,
ὄφρα
κ
᾽
ἔτι δμῳὰς καὶ
μητέρα σὴν ἐρεθίζω
·
45
ἡ δέ μ
᾽
ὀδυρομένη εἰρήσεται
ἀμφὶ ἕκαστα
.
»
Ὣς
φάτο ·
Τηλέμαχος δὲ
διὲκ μεγάροιο
βεβήκει
κείων
ἐς θάλαμον ,
δαΐδων ὕπο
λαμπομενάων
,
ἔνθα πάρος
κοιμᾶθ
᾽
, ὅτε μιν γλυκὺς
ὕπνος ἱκάνοι
·
ἔνθ
᾽
ἄρα καὶ τότ᾽
ἔλεκτο καὶ
Ἠόα
δῖαν ἔμιμνεν .
50
Αὐτὰρ ὁ ἐν μεγάρῳ
ὑπελείπετο
δῖος Ὀδυσσεύς
,
μνηστήρεσσι
φόνον σὺν Ἀθήνῃ
μερμηρίζων
.
53-95 Ulysse et Pénélope (1) : Pénélope réprimande Mélantho
Ἡ
δ
᾽
ἴεν ἐκ θαλάμοιο
περίφρων Πηνελόπεια
,
Ἀρτέμιδι ἰκέλη
ἠὲ χρυσέῃ Ἀφροδίτῃ
.
Τῇ παρὰ μὲν κλισίην
πυρὶ κάτθεσαν
, ἔνθ
᾽
ἄρ
᾽
ἐφῖζεν
, 55
δινωτὴν ἐλέφαντι
καὶ ἀργύρῳ ·
ἥν ποτε τέκτων
ποίησ
᾽
Ἰκμάλιος , καὶ
ὑπὸ θρῆνυν ποσὶν
ἧκε
προσφυέ
᾽
ἐξ αὐτῆς , ὅθ
᾽
ἐπὶ μέγα βάλλετο
κῶας .
Ἔνθα καθέζετ
᾽
ἔπειτα περίφρων
Πηνελόπεια
.
Ἦλθον δὲ δμῳαὶ
λευκώλενοι
ἐκ μεγάροιο
. 60
Αἱ δ
᾽
ἀπὸ μὲν σῖτον
πολὺν ᾕρεον
ἠδὲ τραπέζας
καὶ
δέπα , ἔνθεν ἄρ
᾽
ἄνδρες ὑπερμενέοντες
ἔπινον ·
πῦρ δ
᾽
ἀπὸ λαμπτήρων
χαμάδις βάλον
, ἄλλα δ
᾽
ἐπ
᾽
αὐτῶν
νήησαν
ξύλα πολλά ,
φόως ἔμεν ἠδὲ
θέρεσθαι .
Ἡ
δ
᾽
Ὀδυσῆ
᾽
ἐνένιπε Μελανθὼ
δεύτερον αὖτις
· 65
[66]
« Ξεῖν
᾽
, ἔτι καὶ νῦν ἐνθάδ
᾽
ἀνιήσεις διὰ
νύκτα
δινεύων
κατὰ οἶκον ,
ὀπιπεύσεις
δὲ γυναῖκας
;
ἀλλ
᾽
ἔξελθε θύραζε
, τάλαν , καὶ δαιτὸς
ὄνησο ·
ἢ τάχα
καὶ δαλῷ βεβλημένος
εἶσθα θύραζε
. »
Τὴνδ ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς · 70
«
Δαιμονίη , τί μοι
ὧδ᾽ ἐπέχεις
κεκοτηότι θυμῷ
;
ἦ ὅτι δὴ ῥυπόω
, κακὰ δὲ χροῒ
εἵματα εἷμαι
,
πτωχεύω δ
᾽
ἀνὰ δῆμον ; ἀναγκαίη
γὰρ ἐπείγει
.
Τοιοῦτοι πτωχοὶ
καὶ ἀλήμονες
ἄνδρες ἔασιν.
Καὶ
γὰρ ἐγώ ποτε
οἶκον ἐν ἀνθρώποισιν
ἔναιον 75
ὄλβιος
ἀφνειὸν καὶ
πολλάκι δόσκον
ἀλήτῃ ,
τοίῳ
ὁποῖος ἔοι
,
καὶ ὅτευ κεχρημένος
ἔλθοι ·
ἦσαν
δὲ δμῶες μάλα
μυρίοι , ἄλλα
τε πολλὰ
οἷσίν
τ᾽ εὖ ζώουσι
καὶ ἀφνειοὶ
καλέονται .
Ἀλλὰ
Ζεὺς ἀλάπαξε
Κρονίων (
ἤθελε γάρ που
)
·
80
τῷ νῦν μήποτε
καὶ σύ , γύναι
, ἀπὸ πᾶσαν ὀλέσσῃς
ἀγλαΐην
, τῇ νῦν γε μετὰ
δμῳῇσι κέκασσαι
,
ἤν
πώς τοι δέσποινα
κοτεσσαμένη
χαλεπήνῃ
,
ἢ
Ὀδυσεὺς ἔλθῃ
·
ἔτι γὰρ καὶ ἐλπίδος
αἶσα
.
Εἰ
δ
᾽
ὁ μὲν ὣς ἀπόλωλε
καὶ οὐκέτι
νόστιμός ἐστιν
,
85
ἀλλ
᾽
ἤδη παῖς τοῖος
,
Ἀπόλλωνός γε
ἕκητι
,
Τηλέμαχος
·
τὸν δ᾽ οὔτις
ἐνὶ μεγάροισι
γυναικῶν
λήθει
ἀτασθάλλουσ
᾽
·
ἐπεὶ οὐκέτι
τηλίκος ἐστίν
.
»
Ὣς
φάτο
,
τοῦ δ
᾽
ἤκουσε περίφρων
Πηνελόπεια
,
ἀμφίπολον
δ
᾽
ἐνένιπε
,
ἔπος τ᾽ ἔφατ᾽
ἔκ τ᾽ ὀνόμαζεν
·
90
[91]
« Πάντως
,
θαρσαλέη
,
κύον ἀδεές
,
οὔτί με λήθεις
ἔρδουσα
μέγα ἔργον
,
ὃ σῇ κεφαλῇ
ἀναμάξεις
·
πάντα
γὰρ εὖ ᾔδησθ
᾽
,
ἐπεὶ ἐξ ἐμεῦ
ἔκλυες αὐτῆς
,
ὡς
τὸν ξεῖνον ἔμελλον
ἐνὶ μεγάροισιν
ἐμοῖσιν
ἀμφὶ
πόσει εἴρεσθαι
,
ἐπεὶ πυκινῶς
ἀκάχημαι
.
» 95
96-163 Ulysse et Pénélope (2) : éloge de Pénélope
Le mensonge aux prétendants : la ruse du tissage
Ἦ ῥα καὶ Εὐρυνόμην ταμίην πρὸς μῦθον ἔειπεν ·
«
Εὐρυνόμη , φέρε
δὴ δίφρον καὶ
κῶας ἐπ᾽ αὐτοῦ
,
ὄφρα καθεζόμενος
εἴπῃ ἔπος ἠδ
᾽
ἐπακούσῃ
ὁ
ξεῖνος ἐμέθεν
· ἐθέλω δέ μιν
ἐξερέεσθαι
. »
Ὣς
ἔφαθ᾽ ·
ἡ δὲ μάλ
᾽
ὀτραλέως κατέθηκε
φέρουσα 100
δίφρον
ἐΰξεστον
,
καὶ ἐπ
᾽
αὐτῷ κῶας ἔβαλλεν
·
ἔνθα καθέζετ
᾽
ἔπειτα πολύτλας
δῖος Ὀδυσσεύς
.
Τοῖσι
δὲ μύθων ἦρχε
περίφρων Πηνελόπεια
·
«
Ξεῖνε
,
τὸ μέν σε πρῶτον
ἐγὼν εἰρήσομαι
αὐτή
·
τίς
πόθεν εἶς ἀνδρῶν
;
πόθι τοι πόλις
ἠδὲ τοκῆες
;
» 105
Τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
[107]
« Ὦ γύναι
,
οὐκ ἄν τίς σε
βροτῶν ἐπ
᾽
ἀπείρονα γαῖαν
νεικέοι
·
ἦ γάρ σευ κλέος
οὐρανὸν εὐρὺν
ἱκάνει
,
ὥστε
τευ ἢ βασιλῆος
ἀμύμονος
,
ὅστε
θεουδὴς
ἀνδράσιν
ἐν πολλοῖσι
καὶ ἰφθίμοισιν
ἀνάσσων 110
εὐδικίας
ἀνέχῃσι
,
φέρῃσι δὲ γαῖα
μέλαινα
πυροὺς
καὶ κριθάς
,
βρίθῃσι δὲ δένδρεα
καρπῷ
,
τίκτῃ
δ
᾽
ἔμπεδα μῆλα
,
θάλασσα δὲ
παρέχῃ ἰχθῦς
,
ἐξ
εὐηγεσίης
,
ἀρετῶσι δὲ λαοὶ
ὑπ
᾽
αὐτοῦ
.
Τῷ
ἐμὲ νῦν τὰ μὲν ἄλλα
μετάλλα σῷ ἐνὶ
οἴκῳ
,
115
μηδ
᾽
ἐμὸν ἐξερέεινε
γένος καὶ πατρίδα
γαῖαν
,
μή
μοι μᾶλλον θυμὸν
ἐνιπλήσῃς
ὀδυνάων
μνησαμένῳ
·
μάλα
δ
᾽
εἰμὶ πολύστονος
·
οὐδέ τί με χρὴ
οἴκῳ
ἐν ἀλλοτρίῳ
γοόωντά τε
μυρόμενόν τε
ἧσθαι
·
ἐπεὶ κάκιον
πενθήμεναι ἄκριτον
αἰεί
·
120
μήτις
μοι δμῳῶν νεμεσήσεται
,
ἠὲ σύγ
᾽
αὐτή
,
φῇ
δὲ δακρυπλώειν
βεβαρηότα με
φρένας οἴνῳ
.
»
Τὸν δ ᾽ ἠμείβετ ᾽ ἔπειτα περίφρων Πηνελόπεια ·
[124]
« Ξεῖν
᾽
,
ἦτοι μὲν ἐμὴν
ἀρετὴν
,
εἶδός τε δέμας
τε
ὤλεσαν ἀθάνατοι
,
ὅτε Ἴλιον εἰσανέβαινον
125
Ἀργεῖοι
,
μετὰ τοῖσι δ
᾽
ἐμὸς πόσις ᾖεν
Ὀδυσσεύς
εἰ
κεῖνός γ
᾽
ἐλθὼν τὸν ἐμὸν
βίον ἀμφιπολεύοι
,
μεῖζον
κε κλέος εἴη
ἐμὸν καὶ κάλλιον
οὕτως
.
Νῦν
δ
᾽
ἄχομαι
·
τόσα γάρ μοι
ἐπέσσευεν κακὰ
δαίμων
.
Ὅσσοι
γὰρ νήσοισιν
ἐπικρατέουσιν
ἄριστοι
,
130
Δουλιχίῳ
τε Σάμῃ τε καὶ
ὑλήεντι Ζακύνθῳ
,
οἵ
τ
᾽
αὐτὴν Ἰθάκην
εὐδείελον
ἀμφινέμονται
,
οἵ
μ
᾽
ἀεκαζομένην
μνῶνται
,
τρύχουσι δὲ
οἶκον
.
Τῷ
οὔτε ξείνων
ἐμπάξομαι οὔθ
᾽
ἱκετάων
οὔτε
τι κηρύκων
,
οἳ δημιοεργοὶ
ἔασιν
·
135
ἀλλ
᾽
Ὀδυσῆα
ποθεῦσα
,
φίλον
κατατήκομαι
ἦτορ
.
Οἱ
δὲ γάμον σπεύδουσιν
·
ἐγὼ δὲ δόλους
τολυπεύω
.
Φᾶρος
μέν μοι πρῶτον
ἐνέπνευσε φρεσὶ
δαίμων
,
στησαμένῃ
μέγαν ἱστόν
,
ἐνὶ μεγάροισιν
ὑφαίνειν
,
λεπτὸν
καὶ περίμετρον
·
ἄφαρ δ
᾽
αὐτοῖς μετέειπον
·
140
«
Kοῦροι
, ἐμοὶ μνηστῆρες
, ἐπεὶ θάνε δῖος
Ὀδυσσεύς
,
μίμνετ
᾽
ἐπειγόμενοι
τὸν ἐμὸν γάμον
, εἰς ὅ κε φᾶρος
ἐκτελέσω
(μή μοι μεταμώνια
νήματ
᾽
ὄληται)
,
Λαέρτῃ
ἥρωϊ ταφήϊον
, εἰς ὅτε κέν
μιν
μοῖρ
᾽
ὀλοὴ καθέλῃσι
τανηλεγέος
θανάτοιο ·
145
μή τίς μοι κατὰ
δῆμον Ἀχαιϊάδων
νεμεσήσῃ ,
αἴ
κεν ἄτερ σπείρου
κεῖται πολλὰ
κτεατίσσας
. »
Ὣς
ἐφάμην ·
τοῖσιν δ᾽ ἐπεπείθετο
θυμὸς ἀγήνωρ
.
Ἔνθα καὶ ἠματίη
μὲν ὑφαίνεσκον
μέγαν ἱστόν ,
νύκτας
δ᾽ ἀλλύεσκον
, ἐπεὶ δαΐδας
παραθείμην .
150
Ὣς τρίετες
μὲν ἔληθον ἐγὼ
καὶ ἔπειθον
Ἀχαιούς ·
ἀλλ
᾽
ὅτε τέτρατον
ἦλθεν ἔτος καὶ
ἐπήλυθον ὧραι
,
[
μηνῶν
φθινόντων , περὶ
δ᾽ ἤματα πόλλ᾽
ἐτελέσθη ,]
καὶ
τότε δή με διὰ
δμῳάς , κύνας
οὐκ ἀλεγούσας
,
εἷλον ἐπελθόντες
καὶ ὁμόκλησαν
ἐπέεσσιν . 155
Ὣς
τὸ μὲν ἐξετέλεσσα
, καὶ οὐκ ἐθέλουσ
᾽
, ὑπ
᾽
ἀνάγκης ·
νῦν
δ
᾽
οὔτ
᾽
ἐκφυγέειν δύναμαι
γάμον
,
οὔτε τιν᾽ ἄλλην
μῆτιν
ἔθ
᾽
εὑρίσκω · μάλα
δ
᾽
ὀτρύνουσι
τοκῆες
γήμασθ
᾽
, ἀσχαλάᾳ δὲ
πάϊς βίοτον
κατεδόντων
,
γιγνώσκων ·
ἤδη γὰρ ἀνὴρ οἶός
τε μάλιστα
160
οἴκου κήδεσθαι
, τῷ τε Ζεὺς κῦδος
ὀπάζει .
Ἀλλὰ
καὶ ὥς μοι εἰπὲ
τεὸν γένος ,
ὁππόθεν ἐσσί
.
Οὐ γὰρ ἀπὸ δρυός
ἐσσι παλαιφάτου
οὐδ
᾽
ἀπὸ πέτρης . »
164-212 Ulysse et Pénélope (4) : le mensonge d’Ulysse
Aithon le Crétois, hôte d’Ulysse…
Τὴν δ ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
[165]
«Ὦ γύναι αἰδοίη
Λαερτιάδεω
Ὀδυσῆος ,
165
οὐκέτ᾽ ἀπολλήξεις
τὸν ἐμὸν γόνον
ἐξερέουσα
;
ἀλλ
᾽
ἔκ
τοι ἐρέω · ἦ μέν
μ
᾽
ἀχέεσσί γε
δώσεις
πλείοσιν
ἢ ἔχομαι · ἡ γὰρ
δίκη , ὁππότε
πάτρης
ἧς ἀπέῃσιν
ἀνὴρ τόσσον
χρόνον
,
ὅσσον ἐγὼ νῦν
,
πολλὰ βροτῶν
ἐπὶ ἄστε
᾽
ἀλώμενος ἄλγεα
πάσχων · 170
ἀλλὰ
καὶ ὣς ἐρέω ὅ
μ
᾽
ἀνείρεαι ἠδὲ
μεταλλᾷς .
Κρήτη
τις γαῖ
᾽
ἔστι , μέσῳ ἐνὶ
οἴνοπι πόντῳ
,
καλὴ καὶ πίειρα
, περίρρυτος
· ἐν δ
᾽
ἄνθρωποι
πολλοί
, ἀπειρέσιοι
, καὶ ἐννήκοντα
πόληες .
Ἄλλη
δ
᾽
ἄλλων γλῶσσα
μεμιγμένη · ἐν
μὲν Ἀχαιοί , 175
ἐν
δ᾽ Ἐτεόκρητες
μεγαλήτορες
, ἐν δὲ Κύδωνες
,
Δωριέες τε
τριχάϊκες δῖοί
τε Πελασγοί
.
Τῇσι δ
᾽
ἐνὶ Κνωσός , μεγάλη
πόλις , ἔνθα τε
Μίνως
ἐννέωρος
βασίλευε Διὸς
μεγάλου ὀαριστής
,
πατρὸς ἐμοῖο
πατήρ , μεγαθύμου
Δευκαλίωνος
. 180
Δευκαλίων
δ
᾽
ἐμὲ τίκτε καὶ
Ἰδομενῆα ἄνακτα
·
ἀλλ᾽ ὁ μὲν ἐν
νήεσσι κορωνίσιν
Ἴλιον εἴσω
ᾤχεθ
᾽
ἅμ
᾽
Ἀτρείδῃσιν ,
ἐμοὶ δ
᾽
ὄνομα κλυτὸν
Αἴθων ,
ὁπλότερος
γενεῇ · ὁ δ
᾽
ἄρα πρότερος
καὶ ἀρείων .
Ἔνθ
᾽
Ὀδυσῆα ἐγὼν
ἰδόμην καὶ ξείνια
δῶκα . 185
Καὶ γὰρ
τὸν Κρήτηνδε
κατήγαγεν ἲς
ἀνέμοιο ,
ἱέμενον
Τροίηνδε παραπλάγξασα
Μαλειῶν ·
στῆσε
δ
᾽
ἐν Ἀμνισῷ , ὅθι
τε σπέος Εἰλειθυίης
,
ἐν λιμέσιν χαλεποῖσι
, μόγις δ
᾽
ὑπάλυξεν ἀέλλας
.
Αὐτίκα δ
᾽
Ἰδομενῆα μετάλλα
,
ἄστυδ
᾽
ἀνελθών · 190
ξεῖνον
γάρ οἱ ἔφασκε
φίλον τ᾽ ἔμεν
αἰδοῖόν τε .
Τῷ
δ᾽ ἤδη δεκάτη
ἢ ἑνδεκάτη πέλεν
ἠὼς
οἰχομένῳ
σὺν νηυσὶ κορωνίσι
Ἴλιον εἴσω
.
Τὸν μὲν ἐγὼ πρὸς
δώματ
᾽
ἄγων ἐῢ ἐξείνισσα
,
ἐνδυκέως φιλέων
, πολλῶν κατὰ
οἶκον ἐόντων
· 195
καί οἱ τοῖσ
’
ἄλλοισ
’
ἑτάροισ
’
, οἳ ἅμ
᾽
αὐτῷ ἕποντο
,
δημόθεν ἄλφιτα
δῶκα καὶ αἴθοπα
οἶνον ἀγείρας
καὶ
βοῦς ἱρεύσασθαι
, ἵνα πλησαίατο
θυμόν .
Ἔνθα
δυώδεκα μὲν
μένον ἤματα δῖοι
Ἀχαιοί ·
εἴλει
γὰρ Βορέης ἄνεμος
μέγας οὐδ
᾽
ἐπὶ γαίῃ 200
εἴα
ἵστασθαι ·
χαλεπὸς δέ τις
ὤρορε δαίμων
·
τῇ
τρισκαιδεκάτῃ
δ
᾽
ἄνεμος πέσε
·
τοὶ δ᾽ ἀνάγοντο
. »
[203]
Ἴσκε ψεύδεα
πολλὰ λέγων
ἐτύμοισιν ὁμοῖα
·
τῆς δ᾽ ἄρ
᾽
ἀκουούσης
ῥέε δάκρυα ,
τήκετο δὲ χρώς
·
ὡς δὲ χιὼν
κατατήκετ
᾽
ἐν ἀκροπόλοισιν
ὄρεσσιν , 205
ἥν
τ
᾽
Εὖρος κατέτηξεν
, ἐπὴν Ζέφυρος
καταχεύῃ ·
τηκομένης
δ
᾽
ἄρα τῆς ποταμοὶ
πλήθουσι ῥέοντες
·
ὣς τῆς τήκετο
καλὰ παρήϊα
δάκρυ χεούσης
,
κλαιούσης
ἑὸν ἄνδρα παρήμενον
. Αὐτὰρ Ὀδυσσεὺς
θυμῷ
μὲν γοόωσαν ἑὴν
ἐλέαιρε γυναῖκα
, 210
ὀφθαλμοὶ
δ
᾽
ὡσεὶ
κέρα ἕστασαν
ἠὲ σίδηρος
,
ἀτρέμας
ἐν βλεφάροισι
· δόλῳ δ
᾽
ὅ γε δάκρυα
κεῦθεν .
213-307 Ulysse et Pénélope (5) : Pénélope veut des preuves
Le
« mentir-vrai
»
d’Ulysse
Ἡ
δ
᾽
ἐπεὶ οὖν τάρφθη
πολυδακρύτοιο
γόοιο ,
ἐξαῦτίς
μιν ἔπεσσιν
ἀμειβομένη
προσέειπε ·
[215]
« Νῦν μὲν δή σευ
, ξεῖνέ ,
ὀΐω πειρήσεσθαι
, 215
εἰ ἐτεὸν δὴ
κεῖθι σὺν ἀντιθέοισ
’
ἑτάροισι
ξείνισας
ἐν μεγάροισιν
ἐμὸν πόσιν , ὡς
ἀγορεύεις
.
Εἰπέ μοι ὁπποῖ
᾽
ἄσσα περὶ χροῒ
εἵματα ἕστο
,
αὐτός θ᾽ οἷος
ἔην , καὶ ἑταίρους
, οἵ οἱ ἕποντο
. »
Τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς · 220
[221]
« Ὦ γύναι , ἀργαλέον
τόσσον χρόνον
ἀμφὶς ἐόντα
εἰπέμεν
· ἤδη γάρ οἱ
ἐεικοστὸν ἔτος
ἐστὶν
ἐξ οὗ κεῖθεν
ἔβη καὶ ἐμῆς
ἀπελήλυθε
πάτρης ·
αὐτάρ
τοι ἐρέω
,
ὥς μοι ἰνδάλλεται
ἦτορ .
Χλαῖναν
πορφυρέην οὔλην
ἔχε δῖος Ὀδυσσεύς
, 225
διπλῆν · αὐτάρ
οἱ περόνη χρυσοῖο
τέτυκτο
αὐλοῖσιν
διδύμοισι ·
πάροιθε δὲ
δαίδαλον ἦεν
·
ἐν προτέροισι
πόδεσσι κύων
ἔχε ποικίλον
ἐλλόν ,
ἀσπαίροντα
λάων · τὸ δὲ
θαυμάζεσκον
ἅπαντες ,
ὡς οἱ
χρύσεοι ἐόντες
ὁ μὲν λάε νεβρὸν
ἀπάγχων , 230
αὐτὰρ
ὁ ἐκφυγέειν
μεμαὼς ἤσπαιρε
πόδεσσι .
Τὸν
δὲ χιτῶν
᾽
ἐνόησα περὶ χροῒ
σιγαλόεντα
,
οἷόν τε κρομύοιο
λοπὸν κάτα ἰσχαλέοιο
·
τὼς μὲν ἔην
μαλακός , λαμπρὸς
δ
᾽
ἦν ἠέλιος ὥς
·
ἦ μὲν πολλαί
γ
᾽
αὐτὸν ἐθηήσαντο
γυναῖκες .
235
Ἄλλο δέ τοι
ἐρέω , σὺ δ
᾽
ἐνὶ φρεσὶ βάλλεο
σῇσιν ·
οὐκ οἶδ
᾽
ἢ τάδε ἕστο
περὶ χροῒ οἴκοθ
᾽
Ὀδυσσεύς ,
ἤ
τις ἑταίρων δῶκε
θοῆς ἐπὶ νηὸς
ἰόντι ,
ἤ τίς που
καὶ ξεῖνος ·
ἐπεὶ πολλοῖσιν
Ὀδυσσεὺς
ἔσκε
φίλος · παῦροι
γὰρ Ἀχαιῶν ἦσαν
ὁμοῖοι . 240
Καί
οἱ ἐγὼ χάλκειον
ἄορ καὶ δίπλακα
δῶκα
καλὴν
,
πορφυρέην ,
καὶ
τερμιόεντα χιτῶνα
·
αἰδοίως
δ
᾽
ἀπέπεμπον ἐϋσσέλμου
ἐπὶ νηός .
Καὶ
μέν οἱ κῆρυξ
ὀλίγον προγενέστερος
αὐτοῦ
εἵπετο
· καὶ τόν τοι
μυθήσομαι , οἷος
ἔην περ . 245
Γυρὸς
ἐν ὤμοισιν , μελανόχροος
, οὐλοκάρηνος
·
Εὐρυβάτης
δ
᾽
ὄνομ
᾽
ἔσκε · τίεν δέ
μιν ἔξοχον ἄλλων
ὧν
ἑτάρων Ὀδυσεύς
, ὅτι οἱ φρεσὶν
ἄρτια ᾔδει
. »
Ὣς
φάτο ,·τῇ
δ᾽ ἔτι μᾶλλον
ὑφ
᾽
ἵμερον ὦρσε
γόοιο ,
σήματ
᾽
ἀναγνούσῃ τά
οἱ ἔμπεδα πέφραδ
᾽
Ὀδυσσεύς .
250
Ἡ δ
᾽
ἐπεὶ οὖν τάρφθη
πολυδακρύτοιο
γόοιο .
καὶ
τότε μιν μύθοισιν
ἀμειβομένη
προσέειπε ·
[253]
« Νῦν μὲν δή μοι
, ξεῖνε , πάρος
περ ἐὼν ἐλεεινός
,
ἐν μεγάροισιν
ἐμοῖσι φίλος
τ᾽ ἔσῃ αἰδοῖός
τε ·
αὐτὴ γὰρ
τάδε εἵματ
᾽
ἐγὼ πόρον , οἷ
᾽
ἀγορεύεις ,
255
πτύξασ
᾽
ἐκ θαλάμου ·
περόνην τ
᾽
ἐπέθηκα φαεινὴν
,
κείνῳ
ἄγαλμ
᾽
ἔμεναι · τὸν δ᾽
οὐχ ὑποδέξομαι
αὖτις
οἴκαδε
νοστήσαντα φίλην
ἐς πατρίδα γαῖαν
.
Τῷ ῥα κακῇ αἴσῃ
κοίλης ἐπὶ νηὸς
Ὀδυσσεὺς
ᾤχετ
᾽
ἐποψόμενος
Κακοΐλιον οὐκ
ὀνομαστήν . »
260
Τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
[262]
« Ὦ γύναι αἰδοίη
Λαερτιάδεω
Ὀδυσῆος ,
μηκέτι
νῦν χρόα καλὸν
ἐναίρεο , μηδέ
τι θυμὸν
τῆκε
, πόσιν γοόωσα
. Νεμεσσῶμαί
γε μὲν οὐδέν
·
καὶ γάρ τίς
τ
᾽
ἀλλοῖον ὀδύρεται
ἄνδρ
᾽
ὀλέσασα 265
κουρίδιον
, τῷ τέκνα τέκῃ
φιλότητι μιγεῖσα
,
ἢ Ὀδυσῆ
᾽
, ὅν φασι θεοῖς
ἐναλίγκιον
εἶναι .
Ἀλλὰ
γόου μὲν παῦσαι
, ἐμεῖο δὲ σύνθεο
μῦθον ·
νημερτέως
γάρ τοι μυθήσομαι
οὐδ
᾽
ἐπικεύσω
ὡς
ἤδη Ὀδυσῆος
ἐγὼ περὶ νόστου
ἄκουσα , 270
ἀγχοῦ
, Θεσπρωτῶν ἀνδρῶν
ἐν πίονι δήμῳ
,
ζωοῦ · αὐτὰρ
ἄγει κειμήλια
πολλὰ καὶ ἐσθλὰ
,
αἰτίζων
ἀνὰ δῆμον . Ἀτὰρ
ἐρίηρας ἑταίρους
ὤλεσε
καὶ νῆα γλαφυρὴν
ἐνὶ οἴνοπι πόντῳ
,
Θρινακίης
ἄπο νήσου ἰών
·
ὀδύσαντο γὰρ
αὐτῷ 275
Ζεύς
τε καὶ Ἠέλιος
·
τοῦ γὰρ βόας
ἔκταν ἑταῖροι
.
Οἱ
μὲν πάντες ὄλοντο
πολυκλύστῳ
ἐνὶ πόντῳ
·
τὸν
δ
᾽
ἄρ
᾽
ἐπὶ τρόπιος νεὸς
ἔκβαλε κῦμ
᾽
ἐπὶ χέρσου
,
Φαιήκων
ἐς γαῖαν
,
οἳ ἀγχίθεοι
γεγάασιν
·
οἳ
δή μιν πέρι
κῆρι θεὸν ὣς
τιμήσαντο 280
καί
οἱ πολλὰ δόσαν
,
πέμπειν τέ μιν
ἤθελον αὐτοὶ
οἴκαδ
᾽
ἀπήμαντον
.
Καί κεν πάλαι
ἐνθάδ
᾽
Ὀδυσσεὺς
ἤην
·
ἀλλ
᾽
ἄρα οἱ τόγε
κέρδιον εἴσατο
θυμῷ
,
χρήματ
᾽
ἀγυρτάζειν
πολλὴν ἐπὶ γαῖαν
ἰόντι
·
ὣς
περὶ κέρδεα
πολλὰ καταθνητῶν
ἀνθρώπων 285
οἶδ
᾽
Ὀδυσεύς
,
οὐδ
᾽
ἄν τις ἐρίσσειεν
βροτὸς ἄλλος
.
Ὥς
μοι Θεσπρωτῶν
βασιλεὺς μυθήσατο
Φείδων
·
ὤμνυε
δὲ πρὸς ἔμ
᾽
αὐτόν
,
ἀποσπένδων ἐνὶ
οἴκῳ
,
νῆα
κατειρύσθαι
καὶ ἐπαρτέας
ἔμμεν ἑταίρους
,
οἳ
δή μιν πέμψουσι
φίλην ἐς πατρίδα
γαῖαν
.
290
Ἀλλ
᾽
ἐμὲ πρὶν ἀπέπεμψε
·
τύχησε γὰρ ἐρχομένη
νηῦς
ἀνδρῶν
Θεσπρωτῶν ἐς
Δουλίχιον
πολύπυρον
.
Καί
μοι κτήματ
᾽
ἔδειξεν
,
ὅσα ξυναγείρατ
᾽
Ὀδυσσεύς
·
καί
νύ κεν ἐς δεκάτην
γενεὴν ἕτερόν
γ᾽ ἔτι βόσκοι
,
τόσσα
οἱ ἐν μεγάροις
κειμήλια κεῖτο
ἄνακτος
.
295
Τὸν
δ
᾽
ἐς Δωδώνην φάτο
βήμεναι
,
ὄφρα θεοῖο
ἐκ
δρυὸς ὑψικόμοιο
Διὸς βουλὴν
ἐπακούσῃ
,
ὅππως
νοστήσειε φίλην
ἐς πατρίδα γαῖαν
,
ἤδη
δὴν ἀπεών
,
ἤ ἀμφαδὸν ἦε
κρυφηδόν
.
[300]
Ὣς ὁ μὲν οὕτως
ἐστὶ σόος ,
καὶ
ἐλεύσεται ἤδη
300
ἄγχι
μάλ
᾽
,
οὐδ
᾽
ἔτι τῆλε φίλων
καὶ πατρίδος
αἴης
δηρὸν
ἀπεσσεῖται
·
ἔμπης δέ τοι
ὅρκια δώσω
.
Ἴστω
νῦν Ζεὺς πρῶτα
,
θεῶν ὕπατος
καὶ ἄριστος
,
ἱστίη
τ
᾽
Ὀδυσῆος ἀμύμονος
,
ἣν ἀφικάνω
·
ἦ
μέν τοι τάδε
πάντα τελείεται
,
ὡς ἀγορεύω
.
305
Τοῦδ᾽
αὐτοῦ λυκάβαντος
ἐλεύσεται
ἐνθάδ
᾽
Ὀδυσσεύς
,
τοῦ
μὲν φθίνοντος
μηνός
,
τοῦ δ
᾽
ἱσταμένοιο
.»
Pénélope ordonne d’accueillir Ulysse en hôte
Τὸν δ ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια ·
[309]
« Αἲ γὰρ τοῦτο
, ξεῖνε , ἔπος
τετελεσμένον
εἴη ·
τῷ κε τάχα
γνοίης φιλότητά
τε πολλά τε
δῶρα 310
ἐξ
ἐμεῦ , ὡς ἄν τίς
σε συναντόμενος
μακαρίζοι .
Ἀλλά
μοι ὧδ
᾽
ἀνὰ θυμὸν ὀΐεται
, ὡς ἔσεταί περ
·
οὔτ
᾽
Ὀδυσεὺς ἔτι
οἶκον ἐλεύσεται
, οὔτε σὺ πομπῆς
τεύξῃ
·
ἐπεὶ οὐ τοῖοι
σημάντορές εἰσ᾽
ἐνὶ οἴκῳ
,
οἷος
Ὀδυσσεὺς ἔσκε
μετ
᾽
ἀνδράσιν
,
εἴποτ
᾽
ἔην γε
,
315
ξείνους αἰδοίους
ἀποπεμπέμεν ἠδὲ
δέχεσθαι
.
Ἀλλά
μιν
,
ἀμφίπολοι
,
ἀπονίψατε
,
κάτθετε δ
᾽
εὐνήν
,
δέμνια
καὶ χλαίνας
,
καὶ
ῥήγεα σιγαλόεντα
,
ὥς
κ
᾽
ἐῢ
θαλπιόων χρυσόθρονον
Ἠό
’
ἵκηται
.
Ἠῶθεν
δὲ μάλ
᾽
ἦρι λοέσσαι
τε χρῖσαί τε
,
320
ὥς
κ
᾽
ἔνδον παρὰ Τηλεμάχῳ
δείπνοιο
μέδηται
ἥμενος
ἐν μεγάρῳ
·
τῷ δ
᾽
ἄλγιον ὅς κεν
ἐκείνων
τοῦτον
ἀνιάζῃ θυμοφθόρος
·
οὐδέ τι ἔργον
ἐνθάδ
᾽
ἔτι πρήξει
,
μάλα περ κεχολωμένος
αἰνῶς
.
Πῶς
γὰρ ἐμεῦ σύ
,
ξεῖνε
,
δαήσεαι εἴ
τι γυναικῶν
325
ἀλλάων περίειμι
νόον καὶ ἐπίφρονα
μῆτιν
,
εἴ
κεν ἀϋσταλέος
,
κακὰ εἱμένος
ἐν μεγάροισιν
δαινύῃ
;
Ἄνθρωποι
δὲ μινυνθάδιοι
τελέθουσιν
.
Ὃς
μὲν ἀπηνὴς
αὐτὸς ἔῃ καὶ
ἀπηνέα εἰδῇ
,
τῷ
δὲ καταρῶνται
πάντες βροτοὶ
ἄλγε
᾽
ὀπίσσω 330
ζωῷ
,
ἀτὰρ τεθνεῶτί
γ
᾽
ἐφεψιόωνται
ἅπαντες
·
ὃς
δ
᾽
ἂν ἀμύμων αὐτὸς
ἔῃ καὶ ἀμύμονα
εἰδῇ
,
τοῦ
μέν τε κλέος
εὐρὺ διὰ
ξεῖνοι φορέουσιν
πάντας
ἐπ
᾽
ἀνθρώπους
,
πολλοί τέ μιν
ἐσθλὸν ἔειπον
.»
Ulysse n’accepte qu’un bain de pieds
... à condition qu’une vieille servante s’en occupe
Τὴν δ ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς · 335
«
Ὦ γύναι αἰδοίη
Λαερτιάδεω
Ὀδυσῆος
,
ἦτοι
ἐμοὶ χλαῖναι
καὶ ῥήγεα
σιγαλόεντα
ἤχθεθ
᾽
,
ὅτε πρῶτον Κρήτης
ὄρεα νιφόεντα
νοσφισάμην
,
ἐπὶ
νηὸς ἰὼν δολιχηρέτμοιο
·
κείω
δ
᾽
,
ὡς τὸ πάρος περ
ἀΰπνους νύκτας
ἴαυον
·
340
πολλὰς
γὰρ δὴ νύκτας
ἀεικελίῳ ἐνὶ
κοίτῃ
ἄεσα
καί τ
᾽
ἀνέμεινα ἐΰθρονον
Ἠόα
δῖαν
.
Οὐδέ
τί μοι ποδάνιπτρα
ποδῶν ἐπιήρανα
θυμῷ
γίγνεται
·
οὐδὲ γυνὴ ποδὸς
ἅψεται ἡμετέροιο
τάων
,
αἵ
τοι δῶμα κάτα
δρήστειραι
ἔασιν
,
345
εἰ
μή τις γρηῦς ἔστι
παλαιή
,
κεδνὰ ἰδυῖα
,
ἥτις
δὴ τέτληκε τόσα
φρεσὶν
,
ὅσσα τ᾽ ἐγώ περ
·
τῇ
δ
᾽
οὐκ ἂν φθονέοιμι
ποδῶν ἅψασθαι
ἐμεῖο
.»
Euryclée vante et plaint son ancien nourrisson
Elle est frappée par la ressemblance entre Ulysse et Aithon
Τὸν δ ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια ·
[350]
« Ξεῖνε φίλ
᾽
·
οὐ γάρ πώ τις
ἀνὴρ πεπνυμένος
ὧδε 350
ξείνων
τηλεδαπῶν φιλίων
ἐμὸν ἵκετο δῶμα
,
ὡς
σὺ μάλ
᾽
εὐφραδέως
πεπνυμένα πάντ
᾽
ἀγορεύεις
·
ἔστι
δέ μοι γρηῢς
πυκινὰ φρεσὶ
μήδε
᾽
ἔχουσα
ἣ
κεῖνον δύστηνον
ἐῢ τρέφεν ἠδ
᾽
ἀτίταλλεν
,
δεξαμένη
χείρεσσ
᾽
,
ὅτε μιν πρῶτον
τέκε μήτηρ
,
355
ἥ
σε πόδας νίψει
,
ὀλιγηπελέουσά
περ ἔμπης
.
Ἀλλ
᾽
ἄγε νῦν ἀνστᾶσα
,
περίφρων Εὐρύκλεεια
,
νίψον
σοῖο ἄνακτος
ὁμήλικα
·
καί που Ὀδυσσεὺς
ἤδη
τοιόσδ
᾽
ἐστὶ πόδας τοιόσδε
τε χεῖρας
·
αἶψα
γὰρ ἐν κακότητι
βροτοὶ καταγηράσκουσιν
.»
360
Ὣς
ἄρ
᾽
ἔφη
,
γρηῢς δὲ κατέσχετο
χερσὶ πρόσωπα
,
δάκρυα
δ
᾽
ἔκβαλε θερμά
,
ἔπος δ
᾽
ὀλοφυδνὸν ἔειπεν
·
[363]
« Ὤ μοι ἐγὼ σέο
,
τέκνον
,
ἀμήχανος
·
ἦ σε περὶ Ζεὺς
ἀνθρώπων
ἤχθηρε θεουδέα
θυμὸν ἔχοντα
.
Οὐ
γάρ πώ τις τόσσα
βροτῶν Διὶ
τερπικεραύνῳ
365
πίονα μηρί
᾽
ἔκη
᾽
οὐδ
᾽
ἐξαίτους ἑκατόμβας
,
ὅσσα
σὺ τῷ ἐδίδους
,
ἀρώμενος
ἕως
ἵκοιο
γῆράς
τε λιπαρὸν θρέψαιό
τε φαίδιμον υἱόν
·
νῦν
δέ τοι οἴῳ πάμπαν
ἀφείλετο νόστιμον
ἦμαρ
.
Οὕτω
που καὶ κείνῳ
ἐφεψιόωντο
γυναῖκες
370
ξείνων
τηλεδαπῶν
,
ὅτε τευ κλυτὰ
δώμαθ
᾽
ἵκοιτο
,
ὡς
σέθεν αἱ κύνες
αἵδε καθεψιόωνται
ἅπασαι
,
τάων
νῦν λώβην τε καὶ
αἴσχεα πόλλ
᾽
ἀλεείνων
οὐκ
ἐάᾳς
νίζειν
·
ἐμὲ δ
᾽
οὐκ ἀέκουσαν
ἄνωγε
κούρη
Ἰκαρίοιο
,
περίφρων Πηνελόπεια
.
375
Τῷ
σε πόδας
νίψω ἅμα τ
᾽
αὐτῆς Πηνελοπείης
καὶ
σέθεν εἵνεκ
᾽
,
ἐπεί μοι ὀρώρεται
ἔνδοθι θυμὸς
κήδεσιν
.
Ἀλλ
᾽
ἄγε νῦν ξυνίει
ἔπος
,
ὅττι κεν εἴπω
·
πολλοὶ
δὴ ξεῖνοι ταλαπείριοι
ἐνθάδ
᾽
ἵκοντο
,
ἀλλ
᾽
οὔπω
τινα
φημὶ
ἐοικότα ὧδε
ἰδέσθαι 380
ὡς
σὺ δέμας φωνήν
τε πόδας τ᾽ Ὀδυσῆϊ
ἔοικας
.»
Τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
[383]
« Ὦ γρηῦ
,
οὕτω φασὶν ὅσοι
ἴδον ὀφθαλμοῖσιν
ἡμέας
ἀμφοτέρους
,
μάλα εἰκέλω
ἀλλήλοιϊν
ἔμμεναι
,
ὡς σύ περ αὐτὴ
ἐπιφρονέουσ
᾽
ἀγορεύεις
. » 385
Euryclée reconnaît Ulysse (1): la cicatrice
La chasse du Parnasse chez Autolycos
Ὣς
ἄρ
᾽
ἔφη ·
γρηῢς δὲ λέβηθ᾽
ἕλε παμφανόωντα
,
τῷ
πόδας ἐξαπένιζεν
·
ὕδωρ δ
᾽
ἐνεχεύατο
πουλὺ
ψυχρόν
,
ἔπειτα δὲ θερμὸν
ἐπήφυσεν
.
Αὐτὰρ Ὀδυσσεὺς
ἷζεν
ἐπ
᾽
ἐσχαρόφιν
,
ποτὶ δὲ σκότον
ἐτράπετ
᾽
αἶψα
·
αὐτίκα
γὰρ κατὰ θυμὸν
ὀΐσατο
,
μή ἑ λαβοῦσα
390
οὐλὴν ἀμφράσσαιτο
καὶ ἀμφαδὰ ἔργα
γένοιτο
.
Νίζε
δ
᾽
ἄρ
᾽
ἆσσον ἰοῦσα
ἄναχθ
᾽
ἑόν
·
αὐτίκα δ
᾽
ἔγνω
οὐλήν
,
τήν ποτέ μιν σῦς
ἤλασε λευκῷ
ὀδόντι
Παρνησόνδ
᾽
ἐλθόντα μετ
᾽
Αὐτόλυκόν τε
καὶ υἷας
,
μητρὸς
ἑῆς πάτερ
᾽
ἐσθλόν
,
ὃς ἀνθρώπους
ἐκέκαστο
395
κλεπτοσύνῃ
θ
᾽
ὅρκῳ τε
·
θεὸς δέ οἱ αὐτὸς
ἔδωκεν
Ἑρμείας
·
τῷ γὰρ κεχαρισμένα
μηρία καῖεν
ἀρνῶν
ἠδ
᾽
ἐρίφων
·
ὁ δέ οἱ πρόφρων
ἅμ
᾽
ὀπήδει
.
Αὐτόλυκος
δ
᾽
ἐλθὼν Ἰθάκης
ἐς πίονα δῆμον
παῖδα
νέον γεγαῶτα
κιχήσατο θυγατέρος
ἧς
·
400
τόν
ῥά οἱ Εὐρύκλεια
φίλοις ἐπὶ
γούνασι θῆκεν
,
παυομένῳ
δόρποιο
,
ἔπος τ
᾽
ἔφατ
᾽
ἔκ τ
᾽
ὀνόμαζεν
·
[403]
« Αὐτόλυκ
᾽
, αὐτὸς νῦν ὄνομ
᾽
εὕρεο ὅττι κε
θεῖο
παιδὸς
παιδὶ φίλῳ
·
πολυάρητος
δέ τοί ἐστιν
.»
Τὴν δ ᾽ αὖτ ᾽ Αὐτόλυκος ἀπαμείβετο , φώνησέν τε · 405
«
Γαμβρὸς ἐμὸς
θυγάτηρ τε
,
τίθεσθ
᾽
ὄνομ
᾽
ὅττι κεν εἴπω
·
πολλοῖσιν
γὰρ ἔγωγε
ὀδυσσάμενος
τόδ
᾽
ἱκάνω
,
ἀνδράσιν
ἠδὲ γυναιξὶν
ἀνὰ χθόνα πουλυβότειραν
·
τῷ
δ
᾽
Ὀδυσεὺς ὄνομ
᾽
ἔστω ἐπώνυμον
.
Αὐτὰρ
ἔγωγε
,
ὁππότ
᾽
ἂν ἡβήσας μητρώϊον
ἐς μέγα δῶμα
410
ἔλθῃ
Παρνησόνδ
᾽
,
ὅθι πού μοι κτήματ
᾽
ἔασιν
·
τῶν
οἱ ἐγὼ δώσω
,
καί μιν χαίροντ
᾽
ἀποπέμψω
.»
[413]
Τῶν ἕνεκ
᾽
ἦλθ
᾽
Ὀδυσεύς
,
ἵνα οἱ πόροι
ἀγλαὰ δῶρα
.
Τὸν
μὲν ἄρ
᾽
Αὐτόλυκός τε
καὶ υἱέες
Αὐτολύκοιο
χερσίν
τ
᾽
ἠσπάζοντο ἔπεσσί
τε μειλιχίοισι
·
415
μήτηρ δ
᾽
Ἀμφιθέη μητρὸς
περιφῦσ
᾽
Ὀδυσῆϊ
κύσσ
᾽
ἄρα μιν κεφαλήν
τε καὶ ἄμφω φάεα
καλά
.
Αὐτόλυκος
δ
᾽
υἱοῖσιν ἐκέκλετο
κυδαλίμοισι
δεῖπνον
ἐφοπλίσσαι
·
τοὶ δ
᾽
ὀτρύνοντος
ἄκουσαν
,
αὐτίκα
δ
᾽
εἰσάγαγον βοῦν
ἄρσενα πενταέτηρον
·
420
τὸν
δέρον ἀμφί θ
᾽
ἕπον
,
καί μιν διέχευαν
ἅπαντα
,
μίστυλλόν
τ
᾽
ἄρ
᾽
ἐπισταμένως
πεῖράν τ
᾽
ὀβελοῖσιν
,
ὤπτησάν
τε περιφραδέως
,
δάσσαντό τε
μοίρας
.
Ὣς
τότε μὲν πρόπαν
ἦμαρ ἐς ἠέλιον
καταδύντα
δαίνυντ
᾽
,
οὐδέ τι θυμὸς
ἐδεύετο δαιτὸς
ἐΐσης
.
425
Ἦμος
δ
᾽
ἠέλιος κατέδυ
καὶ ἐπὶ κνέφας
ἦλθεν
,
δὴ
τότε κοιμήσαντο
καὶ ὕπνου δῶρον
ἕλοντο
.
Ἦμος
δ
᾽
ἠριγένεια φάνη
ῥοδοδάκτυλος
Ἠώς
,
βάν
ῥ
᾽
ἴμεν ἐς θήρην
,
ἠμὲν κύνες ἠδὲ
καὶ αὐτοὶ
υἱέες
Αὐτολύκου
·
μετὰ τοῖσι δὲ
δῖος Ὀδυσσεὺς
430
ἤϊεν
·
αἰπὺ δ
᾽
ὄρος προσέβαν
καταειμένον
ὕλῃ
Παρνησοῦ
,
τάχα δ
᾽
ἵκανον πτύχας
ἠνεμοέσσας
.
Ἠέλιος
μὲν ἔπειτα νέον
προσέβαλλεν
ἀρούρας
,
ἐξ
ἀκαλαρρεΐταο
βαθυρρόου
Ὠκεανοῖο
.
Οἱ
δ
᾽
ἐς βῆσσαν ἵκανον
ἐπακτῆρες
·
πρὸ δ
᾽
ἄρ
᾽
αὐτῶν 435
ἴχνι
᾽
ἐρευνῶντες
κύνες ἤϊσαν
,
αὐτὰρ ὄπισθεν
υἱέες
Αὐτολύκου
·
μετὰ τοῖσι δὲ
δῖος Ὀδυσσεὺς
ἤϊεν
ἄγχι κυνῶν
,
κραδάων δολιχόσκιον
ἔγχος
.
Ἔνθα
δ
᾽
ἄρ
᾽
ἐν λόχμῃ πυκινῇ
κατέκειτο μέγας
σῦς
·
τὴν
μὲν ἄρ
᾽
οὔτ
᾽
ἀνέμων διάει
μένος ὑγρὸν
ἀέντων
,
440
οὔτε
μιν Ἠέλιος φαέθων
ἀκτῖσιν ἔβαλλεν
,
οὔτ
᾽
ὄμβρος περάασκε
διαμπερές
·
ὣς ἄρα πυκνὴ
ἦεν
·
ἀτὰρ φύλλων
ἐνέην χύσις ἤλιθα
πολλή
.
Τὸν
δ
᾽
ἀνδρῶν τε κυνῶν
τε περὶ κτύπος
ἦλθε ποδοῖϊν
,
ὡς
ἐπάγοντες ἐπῇσαν
·
ὁ δ᾽ ἀντίος ἐκ
ξυλόχοιο
,
445
φρίξας
εὖ λοφιήν
,
πῦρ δ᾽ ὀφθαλμοῖσι
δεδορκώς
,
στῆ
ῥ
᾽
αὐτῶν σχεδόθεν
·
ὁ δ
᾽
ἄρα πρώτιστος
Ὀδυσσεὺς
ἔσσυτ
᾽
ἀνασχόμενος
δολιχὸν δόρυ
χειρὶ παχείῃ
,
οὐτάμεναι
μεμαώς
·
ὁ δέ μιν φθάμενος
ἔλασεν σῦς
γουνὸς
ὕπερ
,
πολλὸν δὲ διήφυσε
σαρκὸς ὀδόντι
450
λικριφὶς
ἀΐξας
,
οὐδ
᾽
ὀστέον ἵκετο
φωτός
.
Τὸν
δ
᾽
Ὀδυσεὺς οὔτησε
τυχὼν κατὰ δεξιὸν
ὦμον
,
ἀντικρὺ
δὲ διῆλθε φαεινοῦ
δουρὸς ἀκωκή
·
κὰδ
δ
᾽
ἔπεσ
᾽
ἐν κονίῃσι μακών
,
ἀπὸ δ᾽ ἔπτατο
θυμός
.
Τὸν
μὲν ἄρ
᾽
Αὐτολύκου
παῖδες φίλοι
ἀμφεπένοντο
,
455
ὠτειλὴν
δ
᾽
Ὀδυσῆος ἀμύμονος
ἀντιθέοιο
δῆσαν
ἐπισταμένως
,
ἐπαοιδῇ δ
᾽
αἷμα κελαινὸν
ἔσχεθον
,
αἶψα δ
᾽
ἵκοντο φίλου
πρὸς δώματα πατρός
.
Τὸν
μὲν ἄρ᾽ Αὐτόλυκός
τε καὶ υἱέες
Αὐτολύκοιο
,
εὖ
ἰησάμενοι ἠδ
᾽
ἀγλαὰ δῶρα
πορόντες
, 460
καρπαλίμως
χαίροντα φίλην
ἐς πατρίδ
᾽
ἔπεμπον
εἰς
Ἰθάκην
.
Τῷ μέν ῥα πατὴρ
καὶ πότνια μήτηρ
χαῖρον
νοστήσαντι ,
καὶ
ἐξερέεινον
ἕκαστα
,
οὐλὴν
ὅττι πάθοι
·
ὁ δ᾽ ἄρα σφίσιν
εὖ κατέλεξεν
,
ὥς
μιν θηρεύοντ
᾽
ἔλασεν σῦς
λευκῷ ὀδόντι
,
465
Παρνησόνδ
᾽
ἐλθόντα σὺν
υἱάσιν Αὐτολύκοιο
.
Euryclée reconnaît Ulysse (2)
La reconnaissance, et le silence imposé
Τὴν
γρηΰς
,
χείρεσσι
καταπρηνέσσι
λαβοῦσα
,
γνῶ
ῥ
᾽
ἐπιμασσαμένη
,
πόδα δὲ προέηκε
φέρεσθαι
·
ἐν
δὲ λέβητι πέσε
κνήμη
,
κανάχησε δὲ
χαλκός
,
ἂψ
δ
᾽
ἑτέρωσε
κλίθη ·
τὸ δ᾽ ἐπὶ χθονὸς
ἐξέχυθ
᾽
ὕδωρ
.
470
Τὴν
δ
᾽
ἅμα χάρμα καὶ
ἄλγος ἕλεν
φρένα
· τὼ
δέ οἱ ὄσσε
δακρυόφιν
πλῆσθεν
,
θαλερὴ δέ οἱ
ἔσχετο φωνή
.
Ἁψαμένη
δὲ γενείου
Ὀδυσσῆα προσέειπεν
·
«
Ἦ μάλ᾽ Ὀδυσσεύς
ἐσσι
,
φίλον τέκος
·
οὐδέ σ
᾽
ἔγωγε
πρὶν
ἔγνων
,
πρὶν πάντα ἄνακτ
᾽
ἐμὸν ἀμφαφάασθαι
.»
475
Ἦ
,
καὶ
Πηνελόπειαν
ἐσέδρακεν
ὀφθαλμοῖσι
,
πεφραδέειν
ἐθέλουσα φίλον
πόσιν ἔνδον ἐόντα
.
Ἡ
δ
᾽
οὔτ
᾽
ἀθρῆσαι δύνατ
᾽
ἀντίη οὔτε νοῆσαι
·
τῇ
γὰρ Ἀθηναίη νόον
ἔτραπεν
·
αὐτὰρ Ὀδυσσεὺς
χεῖρ
᾽
ἐπιμασσάμενος
φάρυγος λάβε
δεξιτερῆφιν
,
480
τῇ
δ
᾽
ἑτέρῃ ἕθεν ἆσσον
ἐρύσσατο φώνησέν
τε
·
[482]
« Μαῖα
,
τίη μ
᾽
ἐθέλεις ὀλέσαι
;
σὺ δέ μ
᾽
ἔτρεφες αὐτὴ
τῷ
σῷ ἐπὶ μαζῷ
·
νῦν δ
᾽
ἄλγεα πολλὰ
μογήσας
ἤλυθον
εἰκοστῷ ἔτεϊ
ἐς πατρίδα γαῖαν
.
Ἀλλ
᾽
ἐπεὶ ἐφράσθης
καί τοι θεὸς
ἔμβαλε θυμῷ
,
485
σίγα
,
μή τίς τ᾽ ἄλλος
ἐνὶ μεγάροισι
πύθηται
.
Ὧδε
γὰρ ἐξερέω
,
τὸ
δὲ καὶ τετελεσμένον
ἔσται
·
εἴ
χ
᾽
ὑπ
᾽
ἐμοί γε θεὸς
δαμάσῃ μνηστῆρας
ἀγαυούς
,
οὐδὲ
τροφοῦ οὔσης
σεῦ ἀφέξομαι
,
ὁππότ
᾽
ἂν ἄλλας
δμῳὰς
ἐν μεγάροισιν
ἐμοῖς κτείνωμι
γυναῖκας
.»
490
[491] Τὸν δ ᾽ αὖτε προσέειπε περίφρων Εὐρύκλεια ·
«
Τέκνον ἐμόν
,
ποῖόν σε ἔπος
φύγεν ἕρκος
ὀδόντων
.
Οἶσθα
μὲν οἷον ἐμὸν
μένος ἔμπεδον
οὐδ
᾽
ἐπιεικτόν
·
ἕξω
δ
᾽
,
ὡς
ὅτε τις στερεὴ
λίθος ἠὲ σίδηρος
.
Ἄλλο
δέ τοι ἐρέω
,
σὺ δ᾽ ἐνὶ φρεσὶ
βάλλεο σῇσιν
·
495
εἴ
χ
᾽
ὑπό σοι γε θεὸς
δαμάσῃ μνηστῆρας
ἀγαυούς
,
δὴ
τότε τοι καταλέξω
ἐνὶ μεγάροισι
γυναῖκας
,
αἵ
τέ σ
᾽
ἀτιμάζουσι
,
καὶ αἳ νηλείτιδές
εἰσι.»
Τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
«
Μαῖα
,
τίη δὲ σὺ τὰς
μυθήσεαι
;
οὐδέ τί σε χρή
.
500
Εὖ
νυ καὶ αὐτὸς
ἐγὼ φράσομαι
καὶ εἴσομ
᾽
ἑκάστην
·
ἀλλ᾽
ἔχε σιγῇ μῦθον
,
ἐπίτρεψον δὲ
θεοῖσιν.»
Ὣς
ἄρ᾽ ἔφη
,
γρηῢς δὲ διὲκ
μεγάροιο
βεβήκει
οἰσομένη
ποδάνιπτρα
·
τὰ γὰρ πρότερ
᾽
ἔκχυτο πάντα
.
Αὐτὰρ
ἐπεὶ νίψεν τε
καὶ ἤλειψεν
λίπ
᾽
ἐλαίῳ
,
505
αὖτις
ἄρ
᾽
ἀσσοτέρω πυρὸς
ἕλκετο δίφρον
Ὀδυσσεὺς
θερσόμενος
,
οὐλὴν δὲ κατὰ
ῥακέεσσι κάλυψε
.
Les douloureuses insomnies de Pénélope
Que faire ?
Τοῖσι
δὲ μύθων ἦρχε
περίφρων Πηνελόπεια
·
[509]
« Ξεῖνε , τὸ μέν
σ᾽ ἔτι τυτθὸν
ἐγὼν εἰρήσομαι
αὐτή ·
καὶ γὰρ
δὴ κοίτοιο
τάχ ᾽ ἔσσεται
ἡδέος ὥρη ,
510
ὅντινά γ ᾽ ὕπνος
ἕλοι γλυκερός
, καὶ κηδόμενόν
περ .
Αὐτὰρ ἐμοὶ
καὶ πένθος
ἀμέτρητον πόρε
δαίμων ·
ἤματα
μὲν γὰρ τέρπομ
᾽ ὀδυρομένη ,
γοόωσα ,
ἔς τ
᾽ ἐμὰ ἔργ ᾽ ὁρόωσα
καὶ ἀμφιπόλων
ἐνὶ οἴκῳ ·
αὐτὰρ
ἐπὴν νὺξ ἔλθῃ
, ἕλῃσί τε κοῖτος
ἅπαντας , 515
κεῖμαι
ἐνὶ λέκτρῳ , πυκιναὶ
δέ μοι ἀμφ ᾽ ἀδινὸν
κῆρ
ὀξεῖαι
μελεδῶνες
ὀδυρομένην
ἐρέθουσιν .
Ὡς
δ ᾽ ὅτε Πανδαρέου
κούρη , χλωρηῒς
ἀηδών
,
καλὸν
ἀείδῃσιν ἔαρος
νέον ἱσταμένοιο
,
δενδρέων
ἐν πετάλοισι
καθεζομένη
πυκινοῖσιν
,
520
ἥ
τε θαμὰ τρωπῶσα
χέει πολυηχέα
φωνήν
,
παῖδ
᾽
ὀλοφυρομένη
Ἴτυλον φίλον
,
ὅν ποτε χαλκῷ
κτεῖνε
δι᾽ ἀφραδίας
,
κοῦρον Ζήθοιο
ἄνακτος
·
ὣς
καὶ ἐμοὶ δίχα
θυμὸς ὀρώρεται
ἔνθα καὶ ἔνθα
,
ἠὲ
μένω παρὰ παιδὶ
καὶ ἔμπεδα πάντα
φυλάσσω
,
525
κτῆσιν
ἐμήν
,
δμῶάς τε καὶ
ὑψερεφὲς μέγα
δῶμα
,
εὐνήν
τ
᾽
αἰδομένη πόσιος
δήμοιό τε φῆμιν
·
ἦ
ἤδη ἅμ
᾽
ἕπωμαι Ἀχαιῶν
ὅστις
ἄριστος
μνᾶται
ἐνὶ μεγάροισι
,
πορὼν ἀπερείσια
ἕδνα
.
Παῖς
δ᾽ ἐμὸς ἕως
μὲν
ἔην
ἔτι νήπιος ἠδὲ
χαλίφρων
,
530
γήμασθ
᾽
οὔ μ
᾽
εἴα πόσιος
κατὰ δῶμα λιποῦσαν
·
νῦν
δ᾽ ὅτε δὴ μέγας
ἐστὶ καὶ ἥβης
μέτρον ἱκάνει
,
καὶ
δή μ
᾽
ἀρᾶται πάλιν
ἐλθέμεν ἐκ
μεγάροιο
,
κτήσιος
ἀσχαλόων
,
τήν οἱ κατέδουσιν
Ἀχαιοί
.
Le
rêve prémonitoire de Pénélope
Ἀλλ
᾽
ἄγε μοι τὸν ὄνειρον
ὑπόκριναι καὶ
ἄκουσον
.
535
Χῆνές μοι κατὰ
οἶκον ἐείκοσι
πυρὸν ἔδουσιν
ἐξ
ὕδατος
,
καί τέ σφιν ἰαίνομαι
εἰσορόωσα
·
ἐλθὼν
δ
᾽
ἐξ ὄρεος μέγας
αἰετὸς ἀγκυλοχείλης
πᾶσι
κατ
᾽
αὐχένας ἦξε
καὶ ἔκτανεν
·
οἱ δὲ
κέχυντο
ἀθρόοι
ἐν μεγάροισ
‘ ·
ὁ δ
᾽
ἐς αἰθέρα δῖαν
ἀέρθη
.
540
Αὐτὰρ
ἐγὼ κλαῖον καὶ
ἐκώκυον ἔν περ
ὀνείρῳ
,
ἀμφὶ
δ
᾽
ἔμ᾽ ἠγερέθοντο
ἐϋπλοκαμῖδες
Ἀχαιαί
,
οἴκτρ
᾽
ὀλοφυρομένην
,
ὅ μοι αἰετὸς
ἔκτανε χῆνας
.
Ἄψ
δ
᾽
ἐλθὼν κατ
᾽
ἄρ
᾽
ἕζετ
᾽
ἐπὶ προέχοντι
μελάθρῳ
·
φωνῇ
δὲ βροτέῃ κατερήτυε
,
φώνησέν τε
·
545
«
Θάρσει
,
Ἰκαρίου κούρη
τηλεκλειτοῖο
·
οὐκ
ὄναρ
,
ἀλλ
᾽
ὕπαρ ἐσθλόν
,
ὅ τοι τετελεσμένον
ἔσται
.
Χῆνες
μὲν μνηστῆρες
·
ἐγὼ δέ τοι αἰετὸς
ὄρνις
ἦα πάρος
,
νῦν αὖτε τεὸς
πόσις εἰλήλουθα
,
ὃς
πᾶσι μνηστῆρσιν
ἀεικέα πότμον
ἐφήσω
.»
550
Ὣς
ἔφατ
᾽,
αὐτὰρ ἐμὲ μελιηδὴς
ὕπνος ἀνῆκε
·
παπτήνασα
δὲ χῆνας ἐνὶ
μεγάροισι
νόησα
πυρὸν
ἐρεπτομένους
παρὰ πύελον
,
ἧχι πάρος περ
.»
Τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
«
Ὦ γύναι, οὔπως
ἔστιν ὑποκρίνασθαι
ὄνειρον 555
ἄλλῃ
ἀποκλίναντ
᾽
,
ἐπειή
ῥά
τοι αὐτὸς
Ὀδυσσεὺς
πέφραδ
᾽
ὅπως τελέει
·
μνηστῆρσι δὲ
φαίνετ
᾽
ὄλεθρος
πᾶσι
μάλ
᾽
·
οὐδέ κέ τις
θάνατον καὶ
κῆρας ἀλύξει
.»
Τὸν δ ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια ·
«
Ξεῖν
᾽
,
ἦτοι μὲν ὄνειροι
ἀμήχανοι ἀκριτόμυθοι
560
γίγνοντ
᾽
,
οὐδέ τι πάντα
τελείεται
ἀνθρώποισι
.
Δοιαὶ
γάρ τε πύλαι
ἀμενηνῶν εἰσὶν
ὀνείρων
·
αἱ
μὲν γὰρ κεράεσσι
τετεύχαται
,
αἱ δ᾽ ἐλέφαντι
·
τῶν
οἳ μέν κ
᾽
ἔλθωσι διὰ
πριστοῦ ἐλέφαντος
,
οἵ
ῥ᾽ ἐλεφαίρονται
,
ἔπε᾽ ἀκράαντα
φέροντες
·
565
οἱ
δὲ διὰ ξεστῶν
κεράων ἔλθωσι
θύραζε
,
οἵ
ῥ
᾽
ἔτυμα κραίνουσι
,
βροτῶν ὅτε κέν
τις ἴδηται
.
Ἀλλ
᾽
ἐμοὶ οὐκ ἐντεῦθεν
ὀΐομαι οἰνὸν
ὄνειρον
ἐλθέμεν
·
ἦ κ
᾽
ἀσπαστὸν ἐμοὶ
καὶ παιδὶ γένοιτο
.
Le projet de Pénélope
Proposer une compétition aux prétendants
Ἄλλο
δέ τοι ἐρέω , σὺ
δ᾽ ἐνὶ φρεσὶ
βάλλεο σῇσιν
· 570
ἥδε
δὴ ἠὼς εἶσι
δυσώνυμος
,
ἥ μ᾽ Ὀδυσῆος
οἴκου
ἀποσχήσει
·
νῦν γὰρ καταθήσω
ἄεθλον
,
τοὺς
πελέκεας
,
τοὺς κεῖνος
ἐνὶ μεγάροισιν
ἑοῖσιν
ἵστασχ᾽
ἑξείης
,
δρυόχους ὥς
,
δώδεκα πάντας
·
στὰς
δ
᾽
ὅ γε πολλὸν
ἄνευθε διαρρίπτασκεν
ὀϊστόν
.
575
Νῦν δὲ μνηστήρεσσιν
ἄεθλον τοῦτον
ἐφήσω
·
ὃς
δέ κε ῥηΐτατ
᾽
ἐντανύσῃ βιὸν
ἐν παλάμῃσιν
,
καὶ
διοϊστεύσῃ
πελέκεων δυοκαίδεκα
πάντων
,
τῷ
κεν ἅμαἑ
σποίμην ,
νοσφισσαμένη
τόδε δῶμα
κουρίδιον
,
μάλα καλόν
,
ἐνίπλειον βιότοιο
·
580
ταῦ
ποτὲ μεμνήσεσθαι
ὀΐομαι ἔν περ
ὀνείρῳ
.»
Τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς ·
«
Ὦ γύναι αἰδοίη
Λαερτιάδεω
Ὀδυσῆος
,
μηκέτι
νῦν ἀνάβαλλε
δόμοισ
‘
ἔνι τοῦτον ἄεθλον
·
πρὶν
γάρ τοι πολύμητις
ἐλεύσεται
ἐνθάδ
᾽
Ὀδυσσεύς
,
585
πρὶν
τούτους τόδε
τόξον ἐΰξοον
ἀμφαφόωντας
νευρήν
τ
᾽
ἐντανύσαι διοϊστεῦσαί
τε σιδήρου
.»
Place au sommeil
Τὸν δ ᾽ αὖτε προσέειπε περίφρων Πηνελόπεια ·
[589]
« Εἴ κ
᾽
ἐθέλοις μοι
,
ξεῖνε
,
παρήμενος ἐν
μεγάροισιν
τέρπειν
,
οὔ κέ μοι ὕπνος
ἐπὶ βλεφάροισι
χυθείη
.
590
Ἀλλ
᾽
οὐ γάρ πως ἔστιν
ἀΰπνους ἔμμεναι
αἰὲν
ἀνθρώπους
·
ἐπὶ γάρ τοι ἑκάστῳ
μοῖραν ἔθηκαν
ἀθάνατοι
θνητοῖσιν ἐπὶ
ζείδωρον ἄρουραν
.
Ἀλλ᾽
ἦτοι μὲν ἐγὼν
ὑπερώϊον
εἰσαναβᾶσα
λέξομαι
εἰς εὐνήν
,
ἥ μοι στονόεσσα
τέτυκται
,
595
αἰεὶ
δάκρυσ
᾽
ἐμοῖσι πεφυρμένη
,
ἐξ οὗ Ὀδυσσεὺς
ᾤχετ
᾽
ἐποψόμενος
Κακοΐλιον οὐκ
ὀνομαστήν
.
Ἔνθα
κε λεξαίμην
·
σὺ δὲ λέξεο
τῷδ᾽ ἐνὶ οἴκῳ
,
ἢ
χαμάδις στορέσας
,
ἤ τοι κατὰ δέμνια
θέντων.»
Ὣς
εἰποῦσ
᾽
ἀνέβαιν
᾽
ὑπερὼἴα
σιγαλόεντα
,
600
οὐκ οἴη
,
ἅμα τῇγε καὶ
ἀμφίπολοι κίον
ἄλλαι
.
Ἐς
δ᾽ ὑπερῷ
᾽
ἀναβᾶσα σὺν
ἀμφιπόλοισι
γυναιξὶ
κλαῖεν
ἔπειτ
᾽
Ὀδυσῆα
,
φίλον πόσιν
,
ὄφρα οἱ ὕπνον
ἡδὺν
ἐπὶ βλεφάροισι
βάλε γλαυκῶπις
Ἀθήνη
.